Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει,
  2. ὁ δὲ ὀλιγόψυχος ἰσχυρὸς ἄφρων.
  1. πρᾳύθυμος ἀνὴρ καρδίας ἰατρός,
  2. σὴς δὲ ὀστέων καρδία αἰσθητική.
  1. ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν,
  2. ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν.
  1. ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής,
  2. ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος.
  1. ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία,
  2. ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται.
  1. δικαιοσύνη ὑψοῖ ἔθνος,
  2. ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι.
  1. δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων,
  2. τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν.
  • ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους,
  • ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν,
  • λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς.
    1. γλῶσσα σοφῶν καλὰ ἐπίσταται,
    2. στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά.