Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁ ἀτιμάζων πένητας ἁμαρτάνει,
  2. ἐλεῶν δὲ πτωχοὺς μακαριστός.
  1. πλανώμενοι τεκταίνουσι κακά,
  2. ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί·
  3. οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν,
  4. ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς.
  1. ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν,
  2. ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται.
  1. στέφανος σοφῶν πανοῦργος.
  2. ἡ δὲ διατριβὴ ἀφρόνων κακή.
  1. ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός,
  2. ἐκκαίει δὲ ψευδῆ δόλιος.
  1. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος.
  2. τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα.
  1. πρόσταγμα Κυρίου πηγὴ ζωῆς,
  2. ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.
[*](12 ορθη ειναι παρα ανοις A | αυτης] αυτου A 13 ευφροσυνη U+05D0 | U+05D0A χαρας A 16 εαυτω] pr εν U+05D0* (om U+05D0c.a) 20 μισησωσιν A 21 μακα- ριστος] μακαριος εστς A 22 τεκταινουσι] τεκτενουσιν A | πιστεις] πιστις U+05D0A 26 καταλειπει] καταλιψι U+05D0c.a | ερισμα B*U+05D0 A (ερεισμα Bᵃᵇ))
444
[*](B)
  1. ἐν πολλῷ ἔθνει δόξα βασιλέως.
  2. ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου.
  1. μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει,
  2. ὁ δὲ ὀλιγόψυχος ἰσχυρὸς ἄφρων.
  1. πρᾳύθυμος ἀνὴρ καρδίας ἰατρός,
  2. σὴς δὲ ὀστέων καρδία αἰσθητική.
  1. ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν,
  2. ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν.
  1. ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής,
  2. ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος.
  1. ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία,
  2. ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται.
  1. δικαιοσύνη ὑψοῖ ἔθνος,
  2. ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι.
  1. δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων,
  2. τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν.