Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός,
  2. οὕτως γυναικὶ κακόφρονι κάλλος.
  1. ἐπιθυμία δικαίων πᾶσα ἀγαθή,
  2. ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.
  1. εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν·
  2. εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονοῦνται.
  1. ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ,
  2. ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.
  1. ὁ συνέχων σῖτον, ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν·
  2. εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος.
  1. τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν,
  2. ἐκζητοῦντα δὲ κακὰ καταλήμψεται αὐτόν.
  1. ὁ πεποιθὼς ἐπὶ πλούτῳ, οὗτος πεσεῖται,
  2. ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ.
  1. ὁ μὴ συνπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον,
  2. δουλεύσει δὲ ἄφρων φρονίμῳ.
  1. ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς,
  2. ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμαων.
  1. εἰ ὁ μὲν δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ
  2. φανεῖται;