Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Υἱὸς σοφὸς εὐφραίνει πατέρα,
  • υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί
    1. οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους,
    2. δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου.
    1. οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν,
    2. ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει.
    1. πενία ἄνδρα ταπεινοῖ,
    2. χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν.
    1. aυἱὸς πεπαιδευμένος σοφὸς ἔσται,
    2. τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται.
    [*](U+05D0A)[*](14 επι διφρου c seqq coniung A | ενφανως A 15 παριοντας] + οδον A 16 αφρων B (αφρονεστατος U+05D0c.a) 17 κλοπης] κοπης A 18 ολλυνται] ολουνται U+05D0c.a | πεταυρον BᵃᵇU+05D0c.a 18 α χρονισης] ενχρονισης A | τοπω] αυτης U+05D0c.a | επιστησης] επιστης A | διαβησεται U+05D0* (διαβηση U+05D0c.a) | αλλοτριον] +και υπερβηση ποταμον αλλοτριον U+05D0c.aA 18 ο ζηση A | δε σοι] σοι δε U+05D0 Χ 1 τη μητρι] om τη U+05D0 3 δικαιω U+05D0 (δικαιαν U+05D0c.a) 4 a σοφὸς πεπαιδευμενος U+05D0)
    435
    1. διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων,
    2. [*](B)
    3. ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος.
    1. εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου,
    2. στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον.
    1. μνήμη δικαίων μετʼ ἐγκωμίων,
    2. ὄνομα δὲ ἀσεβοῦς σβέννυται.
    1. σοφὸς καρδίᾳ δέξεται ἐντολάς,
    2. ὁ δὲ ἄστεγος χείλεσιν σκολιάζων ὑποσκελισθήσεται.
    1. ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς·
    2. ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ γνωσθήσεται.
    1. ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας,
    2. ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ.
    1. πηγὴ ζωῆς ἐν χειρὶ δικαίου,
    2. στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια.
    1. μῖσος ἐγείρει νεῖκος,
    2. πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία·
    1. ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον.
    1. σοφοὶ κρύψουσιν αἴσθησιν,
    2. στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ.
    1. κτῆσις πλουσίων πόλις ὀχυρά,
    2. συντριβὴ δὲ ἀσεβῶν πενία.
    1. ἔργα δικαίων ζωὴν ποιεῖ,
    2. καρποὶ δὲ ἀσεβῶν ἁμαρτίας.
    1. ὁδοὺς δικαίας ζωῆς φυλάσσει παιδεία,
    2. παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται.
    1. καλύπτουσιν ἔχθραν χείλη δίκαια,
    2. οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν.
    1. ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν,
    2. φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ.