Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός.
  • διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς·
  • δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
  • [*](IVᵃ [δ΄] R 2 εφυτευσα R¹ 6 ακανθη R 8 επι της γης AR paene evan in R IVb δ΄ A | Ησαιου] Εζεκιου A)
    820
    [*](A)

  • πέπαυται γὰρ ὁ ἀσεβής· οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς.
  • ἀλήθειαν οὐ μὴ ποιήσει
  • ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου
  • Κύριε, ὑψηλός σου ὁ βραχίων καὶ οὐκ ᾔδεισαν,
  • γνόντες δὲ αἰσχυνθήτωσαν·
  • ζῆλος λήμψεται λαὸν ἀπαίδευτον,
  • καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
  • Κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν·
  • πάντα γάρ ἀπέδωκας ἡμῖν.
  • Κύριε ὁ θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς·
  • Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν,
  • τὸ ὄνομά σου ὀνομάζομεν.
  • οἱ δε νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν,
  • οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσιν·
  • διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας, καὶ ᾖρας πᾶν ἄρσεν αὐτῶν.
  • πρόσθες αὐτοῖς κακά, Κύριε,
  • πρόσθες κακὰ ἐπὶ τοῖς ἐνδόξοις τῆς γῆς
  • Κύριε, ἐν θλίψει ἐμνήσθην σου·
  • ἐυ θλίψει μικρῷ ἡ παιδία σου ἡμίν.
  • καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν,
  • καὶ ἐπὶ τῇ ὤδῖνι αὐτῆς ἐκέκραξεν.
  • οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου.
  • διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν
  • καὶ ὼδινήσαμεν καὶ ἐτέκομεν·
  • πνεῖμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς·
  • οὐ πεσούμεθα, ἀλλά πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
  • ἀυαστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐυ τοῖς μνήμασιν,
  • καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ·
  • ἡ γάρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν,
  • ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.
  • βάδιζε, λαός μου, εἴσελθε εἰς τά ταμεῖά σου.
  • ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον,
  • ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου.