Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • ᾍσω δέ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου.
  • [*](V.)
  • ἀμπελὼν ἐγένετο τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι·
  • [*](1—9)

  • καὶ φραγμὸν περιέθηκα, καὶ ἐφύτευσαν ἄμπελον ἐν σωρήκ.
  • καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτῆς, καὶ προλήνιον ἔρυξα
  • ἐν αὐτῷ·
  • καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας.
  • καὶ νῦν, ἄνθρωπος τοῦ Ἰούδα καὶ οἱ ἐνοικοῦντες ἐν Ἰερουσαλήμ
  • κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου.
  • τί ποιήσω τῷ ἀμπελῶνί μου ἔτι, καὶ οὐκ ἐποίησα αὐτῷ;
  • διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας.
  • νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου·
  • ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα.
  • καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα.
  • καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ.
  • καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ εἰς χέρσον ἄκανθα·
  • καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν.
  • ὁ γὰρ ἀμπελὼν Κυρίου σαβαὼθ οἶκος Ἰσραήλ ἐστιν,
  • καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον·
  • καὶ ἔμεινα τοῦ ποιῆσαι κρίσιν,
  • ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν.
  • καὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν,
  • καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφελοῦνται,
  • μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς
  • ἠκούσθη γὰρ ταῦτα πάντα εἰς τὰ ὦτα Κυρίου σαβαώθ.¶