Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • Κύριε παντοκράτωρ ἐπουράνιε,
  • ὁ θεὸς τῶν πατέρων ἡμῶν,
  • τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ
  • καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου·
  • [*](T)[*](12 συγγενιας Τ 14 ουτως Βis Τ μου οι οφθ. Τ βλεπειν] + με Τ 16 om και 1ο T 17 απεριψας Τ 18 αποθανουνταις (Sic) A* νονταις A (ras υ) 19 αναγγελουσιν T 20 του θεου] κυ του θῦ μου Γ VIII θ΄ T) Μανασση T+ υιου Εζεκιου T 1 om επουρανιε Τ om ο Τ)
    825

  • ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ
  • [*](A)
  • αὐτῶν,
  • ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου.
  • ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος τῷ φοβερῷ καὶ
  • ἐνδόξῳ ὀνόματί σου,
  • ὃν πάντα φρίττει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεως σου·
  • ὅτι ἄστεκτος ἡ μεγαλοπρεπία τῆς δόξης σου,
  • καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου·
  • ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας
  • ὅτι σὺ εἶ Κύριος ὕψιστος,
  • εὔσπλαγχνος, μακρόθυμος, καὶ πολυέλεος,
  • καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων.
  • σύ οὗν, Κύριε ὁ θεὸς τῶν δικαίων.
  • οὐκ ἔθου μετάνοιαν δικαίοις,
  • τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τοῖς οὐχ ἡμαρτηκόσιν σοι,
  • ἀλλ᾿ ἔθου μετάνοιαν ἐμοὶ τῷ ἁμαρτωλῷ.
  • διότι ἥμαρτον ὑπέρ ἀριθμὸν ψάμμου θαλάσσης·
  • ὅτι ἐπλήθυναν αἱ ἀνομίαι μου.
  • καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοὶ οὐρανοί
  • ἀπὸ πλήθους τῶν ἀδικιῶν μου·
  • κατικαμπτόμενος πολλῷ δεσμῷ σιδήρου,
  • εἰς τὸ ἀνανεῦσαί με ὑτπὲρ ἁμαρτιίῶν μου, καὶ οὐκ ἔστιν μτοι
  • ἄνεσις·
  • διότι παρώργισα τὸν θυμόν σου,
  • καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα,
  • στήσας βδελύγματα καὶ πληθύνας προσοχθίσματα.
  • καὶ νῦν κλίνω γόνυ καρδίας, δεόμενος τῆς παρὰ σοῦ
  • χρηστότητος·
  • ἡμάρτηκα, Κύριε. ἡμάρτηκα,
  • καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω·
  • αἰτοῦμαι δεόμενός σου,
  • ἄνες μοι, Κύριε, ἄνες μοι,
  • [*](3 ο κλεισας] και κλ Τ σφραγισ ] + αυτην T 4 φρισσει Τ 6 ελεον A T 7 οτι συ] συ γαρ Τ om και 2⁰ T 8 των δικ.] pr ο Τ εμοι] pr επ T 9 m οτι T μου 1⁰] + κε επληθυναν T 10 σιδηρω Τ ανανευσαι] pr μη om με Τ υπερ αμαρτιων] την κεφαλην Τ ανεσις μοι Τ στησας... προσοχθ.] μη ποηήσας το θελημα σου και μυη φυλαξας τα προσταγματα σου Τ 11 καρδιας] + μου T 13 αιτουμαι] pr αλλ Τ)
    826
    [*](A)
  • μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου,
  • μηδέ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι,
  • μηδέ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς·
  • ὅτι σὺ εἶ, Κύριε, ὁ θεὸς τῶν μετανοούντων,
  • καὶ ἐν ἐμοὶ δείξῃς τὴν ἀγαθωσύνην σου·
  • ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου,
  • καὶ αἰνέσω σε διὰ παντὸς ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου.
  • ὅτι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν,
  • καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.