Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν θεόν μου,
  • [*](ii.)
  • καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου·
  • [*](3—10)
  • ἤκουσας φωνῆς μου.
  • ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης.
  • καὶ ποταμοί με ἐκύκλωσαν,
  • πάντες οἱ μετεαορισμοί σου καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ
  • διῆλθον.
  • κἀγὼ εἶπα Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου·
  • ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς ναὸν τὸν ἅγιόν σου
  • περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου.
  • ἄβυσσος ἐκύκλωσέν με ἐσ χάτη,
  • ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων·
  • κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι·
  • καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, Κύριε ὁ θεός μου.
  • ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπʼ ἐμοῦ τοῦ κυρίου ἐμνήσθην.
  • καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου.
  • φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐνκατέλιπον·
  • ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι.
  • ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου υῷ κυρίῳ.