Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου,
  • καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου.
  • καὶ ἐκδικήσει, καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς,
  • καὶ τοῖς μισοῦσιν ἀνταποδώσει.
  • μεθύσω τὰ βέλη μου ἀφʼ αἵματος,
  • καὶ ἡ μάχαιρά μου καταφάγεται κρέα,
  • ἀφʼ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας,
  • ἀπὸ κεφαλῆς ἀρχόντων ἐθνῶν.
  • εὐφράνθητε, οὐρανοί, ἄμα αὐτῷ,
  • καὶ προσκυνησάτωσαν αὐτῷ πάντες οἱ ἄγγελοι θεοῦ·
  • εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ,
  • καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ·
  • ὅτι τὸ αἶμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται,
  • καὶ ἐκδικήσει, καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς·
  • καὶ τοῖς μισοῦσιν ἀνταποδώσει δίκην,
  • καὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ.