Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • AΣΩΜΕΝ τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται
  • [*](XV,)
  • ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
  • [*](1—19)

  • βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν·
  • οὗτος θεός μου, καὶ δοξάσω αὐτόν,
  • θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν.
  • Κύριος συντρίβων πολέμους,
  • Κύριος ὄνομα αὐτῷ.
  • ἄρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν·
  • ἐπιλέκτους ἀναβάτας τριστάτας
  • κατεπόντισεν ἐν ἐρυθρᾷ θαλάσσῃ,
  • πόντῳ ἐκάλυψεν αὐτούς·
  • κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος.
  • ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύι
  • ἡ δεξιά σου χείρ. Κύριε, ἔθραυσεν ἐχθρούς
  • καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους·
  • ἀπέστειλας τὴν ὀργήν σου, καὶ κατέφαγεν αὐτοὺς ὡς
  • καλάμην.
  • καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ
  • ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα,
  • ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης
  • εἶπεν ὁ ἐχθρός Διώξας καταλήμψομαι·
  • [*](I deest tit in R 1 εριψεν R: item 4 2 εγενετο] εγενηθη R R ουτος θεος μου] μου θεος R 5 εις] ως RBᵛⁱᵈ ωσει] ως R 7 τω πληθει] το πληθος R της δοξης] om της spatio 2 vel 3 lilt interiecto R επεστειλας R ως] ωσει R 8 ωσει] ως R 9 καταλημψ ] + αυτους R)
    812
    [*](A)
  • μεριῶ σκῦλα, ἐμπλήσω ψυχὴν μου.
  • ἀνελῶ τῇ μαχαίρῃ μου, κυριεύσει ἡ χείρ μου.
  • ἀπέστειλας τὸ πνεῦμά σου, καὶ ἐκάλυψεν αὐτοὺς θάλασσα·
  • ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὔδατι σφοδρῷ.
  • τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τίς ὅμοιός σοι;
  • δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα.
  • ἐξέτεινας τὴν δεξιάν σου,
  • καὶ κατέπιεν αὐτοὺς ἡ γῆ.
  • λδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον ὃν ἐλυτρώσω,
  • παρεκάλεσας τῇ ἰσχύι σου εἰς κατάλυμα ἅγιόν σου.
  • ἥκουσαν ἔθνη καὶ ἐφοβήθησαν·
  • ἐδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιείμ.
  • τότε ἔσπευσαν ἡγεμόνες Ἐδὼμ καὶ ἄρχοντες
  • ἔλαβεν αὐτοὺς τρόμος.
  • ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χανάαν.
  • ἐπιπέσοι ἐπʼ αὐτοὺς φόβος καὶ τρόμος·
  • μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν·
  • ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε,
  • ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος ὃν ἐκτήσω.
  • εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου,
  • εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω,
  • ἁγίασμα, κύριε, ὁ ἡτοίμασαν αἱ χεῖρές σου,
  • Κύριε, βασιλεύων τὸν αἰῶνα καὶ ἐπʼ αἰῶνα καὶ ἔτι.
  • ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἄρμασιν καὶ ἀναβάταις αὐτοῦ
  • εἰς θάλασσαν,
  • καὶ ἐπήγαγεν ἐπʼ αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης·
  • οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς
  • θαλασσης.