Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί·
  • ὁ καθήμενος ἐπὶ τῶν χερουβείμ, σαλευθήτω ἡ γῆ.
  • [*](U+05D0ART)[*](11 ευφροσινῆ U+05D0* (ras lineol U+05D0?) ευφροσυνην A 12 επι] εν U+05D0c.a ART | αγιοσυ... T — Stich 27 BART 26 U+05D0 XCVII 1 Κυριος] pr ο A | αυτω] αυτον Bᵃᵇ | αυτου 1⁰] ου rescr A¹ 2 bis scr το σωτηριον R | εναντιον των εθν. c seqq coniung AR 3 τω Ιακωβ] om U+05D0* (hab U+05D0c.a) του Ι A | αλη- θιας ? | ιδοσαν A 4 θεω] κω BᵃᵇU+05D0A | η γη] om η R* (hab Rᵃ) 5 και] η R* (και Rᵃ) 6 φωνης U+05D0A | Κυριω] κυ B?vidU+05D0c.a AR 7 οι κατοικουντες] pr παντες U+05D0c.a AR | αυτην] εν αυτη U+05D0AR 8 αγαλλιασονται] + απο προσωπου κυ οτι ερχεται U+05D0c.a AT 9 δικαιοσυνη] seq ras 1 lit (forte ν) in A —Stich 19 BU+05D0 22 A 21 R XCVIII 1 Κυριος] pr ὁ Bc pr ο U+05D0c.aART | χερουβιν U+05D0Τ(? R) χρουβεν A(? R))
    345

  • Κύριος ἐν Σειὼν μέγας, καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς
  • [*](B)
  • λαούς.
  • ἐξομολογησάσθωσαν πάντες τῷ ὀνόματί σου τῷ μεγάλῳ,
  • ὅτι φοβερὸν καὶ ἄγιόν ἐστιν.
  • καὶ τιμὴ βασλέως κρίσιν ἀγαπᾷ·
  • σὺ ἡτοίμασας εὐθύτητας,
  • κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.
  • ὑψοῦτε Κύριον τὸν θεὸν ἡμῶν,
  • καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
  • ἄγιός ἐστιν (6)Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ
  • καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ·
  • ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς ἐπήκουσεν αὐτοῖς,
  • ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς·
  • ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ,
  • καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοῖς.
  • Κύριε ὁ θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν·
  • ὁ θεός, εὐίλατος ἐγίνου αὐτοῖς,
  • καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν.
  • ὑψοῦτε Κύριον τὸν θεὸν ἡμῶν,
  • καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ,
  • ὅτι ἅγιος Κύριος ὁ θεὸς ἡμῶν.