Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν Κύριος·
  • ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ
  • καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.
  • ἐγνώρισεν Κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν·
  • ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ.
  • ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακώβ,
  • καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ·
  • εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν.
  • ἀλαλάξατε τῷ θεῷ πᾶσα ἡ γῆ,
  • ἄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε.
  • ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ,
  • ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης·
  • ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως Κυρίῳ.
  • σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς,
  • ἡ οἰκουμένη καὶ οἱ κατοικοῦντες αὐτὴν·
  • ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό,
  • [*](§T)
  • τὰ ὄρη ἀγαλλιάσονται,
  • §ὅτι ἥκει κρῖναι τὴν γῆν·
  • κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ
  • καὶ λαοὺς ἐν εὐθύτητι.