Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο·
  • ἐυεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο,
  • καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται
  • ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε·
  • ἀπὸ τοῦ αἰῶνος σὺ εἶ
  • ἐπῆραν οἱ ποταμοί, Κύριε,
  • ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.
  • [*](¶T)

  • ἀπὸ φωνῶν ὑδάτων πολλῶυ θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς
  • θαλάσσης·
  • θαυμαστὸς ἐν ὑψηλοῖς ὁ κύριος.
  • τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα·
  • τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.