Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
ψαλμὸς ᾠδῆς, εὶς τὴς ἠμέραν τοῦ ασββάτον.
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε·
τοῦ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα, [*] (6 εν σκοτ. διαπορευομενου U+05D0c.a | συμπτωματος (ευμπτ, Bedit)] συνπτω- U+05D0ART ματος U+05D0 7 κλιτουσου A (ras 1 lit ante τ) T κλιτου R* (κλιτου σου Rᵃ) 8 κατανοησης Τ | οφει Bᵃᵇ 9 συ] + ει R 11 ταις οδοις] pr πασαις A (-σες) T pr πασιν R 12 επι pr και U+05D0* (om U+05D0c.a) 13 επ] επι U+05D0c.a ART | καταπατησης T 15 επικαλεσεται με] κεκραξεται (καικρ. A) προς με U+05D0AT | εισακουσομαι] επακουσομαι U+05D0c.a AT | om και 2⁰ U+05D0RT) εξελουμαι] + αυτον U+05D0c.a (ras U+05D0c.b) AT 16 μακροτητα ART Stich 35 BRT 33 U+05D0A XCI 1 σαββατου] προσαββατου U+05D0) 338
[*] (Β)
ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετʼ ᾠδῆς ἐν κιθάρᾳ·
ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι.
ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, σφόδρα ἐβαρύνθησαν οἱ διαλογισμοί σου.
ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα.
ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον, καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολεθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
σὺ δὲ Ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε.
ὅτὶ ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνο- μίαν.
καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου. καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι·
καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου. καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπʼ ἐμέ πονηρευομένοις εἰσακούσεται τὸ οὖς μου.
δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν·
γότε πληθυνθήσονται ἐν γήρει πίονι, καὶ εὐπαθοῦντες ἔσονται· τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς Κύριος ὁ θεός μου. καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.