Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου
  • ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.
  • ἐρεῖ τῷ θεῷ Ἀντιλήμπτωρ μου εἶ·
  • καὶ καταφυγὴ μου ὁ θεός μου, ἐλπιῶ ἐπʼ αὐτόν.
  • ὅτι αὐτὸς ῥύσεται ἐκ παγίδος θηρευτῶν,
  • καὶ ἀπὸ λόγου ταραχώδους·
  • ἐυ τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι,
  • καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς·
  • ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.
  • οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ,
  • ἀπὸ βέλους πετομένου ἡμέρας,
  • [*](U+05D0ART)[*](11 φοβου] + σου AT | τον θυμον U+05D0c.a ART 12 σου] + ουτως U+05D0c.a ART | γνωρισον] + μοι U+05D0c.a ART | πεπαιδημενους U+05D0c.a (? R) πεπεδημενους A(? R)T 13 τους δουλους R 14 το ελεος R | ελεους... ημων in mg et sup ras Aᵃ | ηυφρανθημεν Aᵃ T | ημων] + ευφρανθημεν U+05D0c.a Aᵃ (mg)R + ηυφρανθημεν T (c seqq coniung RT) 15 εταπεινωσας] pr ων R | ιδομεν | κακα] pr τα R 16 τα εργα] pr επι U+05D0c.a ART | ωδηγησον A 17 θεου] pr του U+05D0c.a ART | ημας 2⁰] + και το εργον των χειρων ημων κατευθυνον U+05D0ART —Stich 35 B 34 U+05D0 38 A 37 R 41 T XC 1 βοηθα T 2 θεω] κω BᵃᵇU+05D0c.aΑΤ | ο θεος μου inc stich in AT | ελπιω] pr και R | αυτω T 3 ρυσεται] +με U+05D0AR ρυσηται με T | πακιδος U+05D0 | θηρευτων] pr των R* 4 επισκιαση Τ | κυκλωση Τ 5 απο 2⁰] pr και U+05D0* (om U+05D0c.a))
    337

  • ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει,
  • [*](B)
  • ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.
  • πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς,
  • καὶ μυριὰς ἐκ δεξιῶν σου,
  • πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ
  • πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις,
  • καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψῃ.
  • ὅτι σύ, Κύριε. ἡ ἐλπίς μου·
  • τὸν ὕψιστον ἔθου καταφυγὴν σου.
  • οὐ προσελεύσεται πρὸς σὲ κακά,
  • καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου·
  • ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ
  • τοῦ διαφυλάξαι σε ἐν ταῖς ὁδοῖς σου·
  • ἐπὶ χειρῶν ἀροῦσίν σε.
  • μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
  • ἐπ᾿ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ,
  • καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.
  • ὅτι ἐπʼ ἐμὲ ἤλπισεν, καὶ ῥύσομαι αὐτόν·
  • σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου.
  • ἐπικαλέσεται με, καὶ εἰσακούσομαι αὐτοῦ.
  • μετʼ αὐτοῦ εἰμι ἐν θλίψει,
  • καὶ ἐξελοῦμαι καὶ δοξάσω αὐτόν.
  • μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν,
  • καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.
  • Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ σαββάτου.