Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κόρε ψαλμός.
  • Εὐδόκησας, Κύριε, τὴν γῆν σου,
  • ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.
  • ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου,
  • ἐκάλυψας τὰς ἁμαρτίας αὐτῶν. διάψαλμα.
  • κατέπαυσας τὴν ὀργήν σου,
  • ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.
  • ἐπίστρεψον ἡμᾶς, ὁ θεὸς τῶν σωτηρίων ἡμῶν,
  • καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφʼ ἡμῶν.
  • μὴ εἰς τὸν αἰῶνα ὀργισθήσῃ ἡμῖν ;
  • ἤ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν
  • ὁ θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς,
  • καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί.
  • δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου,
  • καὶ τὸ σωτήριόν σου, Κύριε, δῴης ἡμῖν.
  • [*](U+05D0ΑRT)[*](9 om διαψλμα AT 10 επι] εις Τ 11 κρεισσω B* (κρεισσων Bᵇ?c? [? R]) κρισσον A(? R)T | παραριπτεσθαι U+05D0ART | θεου] + μου U+05D0c.ᵃAΤ κυριου R | οικειν] + με U+05D0c.ᵃRT | επι] εν U+05D0c.ᵃΑRT 12 ο θεος c seqq coniung vid U+05D0* (post ο θς distinx U+05D0c.ᵃ) | post κς 2⁰ distinx T | ουχ (ουκ U+05D0*) υστερησει] ὁ στερησει (sic ut vid) Bᵇ ου στερησει U+05D0c.ᵃ Τ (-ση) 13 Κυριε] + ο θς U+05D0c.ᵃ RT σε] σοι T Stich 24 B 25 U+05D0 26 A 28 RT LXXXIV 1 ψαλμος] +τω Δαδ T 2 απεστρεψας] επεστρεψας A + ο θεος R 3 τω λαω] του λαου R | τας αμαρτιας] pr πασας U+05D0ΑRT | om διαψαλμα A* (hab διαψ Aᵇ) T 4 την οργην] pr πασαν B¹? ᵐᵍU+05D0ART | απο] απ 6 τον αιωνα BU+05D0* c.b ᵛⁱd R] τους αιωνας U+05D0c.ᵃAT | οργισθηση] οργισθης U+05D0c.ᵃAᵃ (οργισθεις A* ᵛⁱᵈ) RΤ | γενεος] γενεαν (sic) U+05D0 7 ζωωσης T 8 om Κυριε 2⁰ U+05D0Τ)
    327

  • ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ θεός,
  • [*](Β)
  • ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ
  • καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ τοὺς ἐπιστρέφοντας πρὸς
  • αὐτὸν καρδίαν.
  • πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ.
  • τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.
  • ἔλεος καὶ ἀλήθεια συνήντησαν,
  • δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν·
  • ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν,
  • καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν.
  • καὶ γὰρ ὁ κύριος δώσει χρηστότητα,
  • καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς.
  • δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται,
  • καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.