Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὅτι ηὐφράνθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιὼθησαν·
  • καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων,
  • κτηνώδης ἐγενόμην παρὰ σοί.
  • καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ·
  • ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου,
  • ἐν τῇ βουλῇ σου ὡδήγησάς με.
  • καὶ μετὰ δόξης προσελάβου με.
  • τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ ;
  • καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς
  • ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ὁ θεὸς τῆς καρδίας μου,
  • καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα.
  • ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται·
  • ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.
  • ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ κυρίῳ ἀγαθόν ἐστιν,
  • τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου,
  • τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου
  • ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.