Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός,
  • καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως,
  • κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πταοχούς σου
  • ἐν κρίσει.
  • ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου καὶ οἱ βουνοί
  • ἐν δικαιοσύνῃ κρινεῖ τοὺς πτωχοὺς §τοῦ λαοῦ·
  • [*](§T)
  • καὶ σώσεις τοὺς υἱοὺς τῶν πενήταων,
  • καὶ ταπεινώσει συκοβάντην·
  • καὶ συνπαραμενεί τῷ ἡλίῳ,
  • καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.
  • καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον,
  • καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.
  • ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη,
  • καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη.
  • καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης,
  • καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης.
  • ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες,
  • καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λίξουσιν·
  • βασιλεῖς Θαρσεὶς καὶ αἱ νῆσοι δῶρα προσοίσουσιν.
  • βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσιν·
  • καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς,
  • πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.
  • ὅτι ἐρύσατο πτωχὸν ἐκ χειρὸς δυνάστου,
  • καὶ πένητα ᾦ οὐχ ὑπῆρχεν βοηθόςφείσεται
  • πτωχοῦ καὶ πένητος,
  • καὶ ψυχὰς πενήτων σώσει·
  • ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν.
  • καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ.
  • [*](LX XI 1 Σαλωμων BᵃᵇU+05D0 Σαλομωνα R + ψαλμος R | τω 2⁰] ω R | υιω του U+05D0RT βασιλεως sup ras B¹?a? 2 λαον] λεων R 3 αναλαβετωσαν U+05D0c.ᵃ R | om σου U+05D0 4 εν δικαιοσυνη] om εν R * δικαιοσυνην U+05D0c.ᵃ Ra | σωκει BᵃᵇU+05D0RT 5 συμπαραμενει Bᵃ?ᵇ R 6 om και 1⁰ U+05D0c.ᵃ T | ως] ωσει U+05D0RT| της γης T 7 ου] του U+05D0* (ου U+05D01c.ᵃ 8 κατακυριευσῃ T 10 αι νησοι] om αι RT | προσοισουσιν] προσαξουσιν U+05D0* (προσοισ. U+05D0c.ᵃ προσοισωσιν Τ | προσαξωσιν T 11 προσκυνησωσιν T | αυτω 1⁰] αυτον R | 6βασιλεις] + της γης U+05D0RT | δουλευσωσιν T 12 ερρυσατο BᵃᵇU+05D0R | om εκ χειρος U+05D0c.ᵃ om χειρος T 14 λυτρωσηται T | αυτων 2⁰] αυτου RΓ αυτου] αυτων U+05D0RT)
    306
    [*](B)

  • καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας,
  • καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντός,
  • ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν.
  • ἔσται στήριγμα ἐν τῇ γῇ ἐπʼ ἄκρων τῶν ὀρέων·
  • ὑπεραρθήσεται ὑπέρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ,
  • καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.
  • ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας,
  • πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ·
  • καὶ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.
  • πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.
  • εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος,
  • καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ
  • εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
  • καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.
  • γένοιτο, γένοιτο.
  • Ἐξέλιπον οἱ δμνοι Δαυεὶδ τοῦ υἱοῦ Ἰεσσαί.