Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Είς τὸ τέλος· τῷ Δαυείδ εἰς ἀγάμνησιν, εἰς τὸ
  • Σῶσαί με Κύριον.
  • Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες·
  • αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχὴν.
  • ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλό-
  • μενοί μοι κακά·
  • ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι
  • Εὐγε εὖγε.
  • ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζη-
  • τοῦντές σε,
  • καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ θεός, οἱ ἀγα-
  • πῶντες τὸ σωτήριόν σου.
  • ἐγὰ δὲ πτωχὸς καὶ πένης· ὁ θεός, βοήθησόν μοι·
  • βοηθός μου καὶ ῥύστης μου εἶ σύ· Κύριε. μὴ χρονίσῃς.