Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὁ θεὸς ἡμῶν ὁ θεὸς τοῦ σώζειν,
  • καὶ τοῦ κυρίου αἱ διέξοδοι τοῦ θανατου.
  • πλὴν ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ,
  • κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελίαις αὐτοῦ.
  • εἶπεν Κύριος Ἐκ Βασὰν ἐπιστρέψω,
  • ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης·
  • ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι,
  • ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρʼ αὐτοῦ.
  • ἐθεωρήθησαν αἱ πορίαι σου, ὁ θεός,
  • αἱ πορίαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ·
  • προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων,
  • ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.
  • ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν,
  • τὸν κύριον ἐκ πηγῶν Ἰσραήλ.
  • ἐκεῖ Βενιαμεὶν νεώτερος ἐν ἐκστάσει,
  • ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν,
  • ἄρχοντες Ζαβουλὼν,
  • ἄρχοντες Νεφθαλεί.
  • ἔυτειλαι, θεός, τῇ δυνάμει σου,
  • δυνάμαοσον, ὁ θεός, τοῦτο ὁ κατηρτίσω ἡμῖν.
  • ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἰερουσαλὴμ
  • σοὶ οἴσουσιν βασιλεῖς δῶρα.
  • ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου·
  • ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσιν τῶν λαῶν
  • τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ·
  • [*](U+05D0R)[*](19 ανθρωπω B*ᵇ] ανθρωποις BᵃU+05D0Rᵃ | απειθουντες Bᵃᵇ (απιθ. B* )] απει- θουντας U+05D0c.ᵃ (απιθ.) Rᵃ 20 ημερα και ημερα R* | om και U+05D0Rᵃ | om δια- ψαλμα Rᵃ 21 ο θεος 2⁰ BU+05D0c.ᵃ Rᵃ] om ο U+05D0* | σωζειν] σωσαι Rᵃ | του κυοιου] + κυ U+05D0c.ᵃ Rᵃ 22 πλημμελιαις (-λειαις Bᵃᵇ) BU+05D0c.ᵃ Rᵃ ᵛⁱᵈ) πλημμελια U+05D0* |αυτου 2⁰] αυτων BᵃᵇU+05D0c.ᵃ Rᵃ om U+05D0* 25 ποριαι bis] πορειαι BᵃᵇU+05D0 | βασιλεως] + μου U+05D0c.ᵃ 26 εχομενα U+05D0Rᵃ 27 τον κυριον] om τον U+05D0c.ᵃ Rᵃ 28 om αρχοντες Ιουδα ηγ. αυτων U+05D0* (hab U+05D0c.ᵃ Νεφθαλειμ Νεφθαλειν Ra 29 θεος] pr ο BᵃᵇU+05D0Ra | κατηρτισω] κατιργασω U+05D0c.ᵃ κατηργασω Ra | ημιν] pr εν Ra 30 επ Rᵃ 31 δαμαλεσι B?ᵛⁱᵈ | των λαων] λαων sup ras U+05D0¹ του λαου Rᵃ (των λαων R¹) | om μη U+05D0c.ᵃ Rᵃ | αποκλεισθηναι] εκκλεισθηναι U+05D0c.ᵃ Rᵃ)
    299
  • διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.
  • ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου.
  • Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ.
  • αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ θεῷ, ψάλατε τῷ κυρίῳ.
  • διαάψαλμα.
  • ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ
  • κατὰ ἀνατολάς.
  • ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.
  • δότε δόξαν τῷ θεῷ·
  • ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρεπία αὐτοῦ,
  • καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.
  • θαυμαστὸς ὁ θεὸς ἐν τοῖς ὁσίοις αὐτοῦ·
  • ὁ θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ
  • αὐτοῦ·
  • καὶ εὐλογητὸς ὁ θεός.