Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Eἰς τὸ τέλος, ὐπὲρ Ἰδιθούν· ψαλμός τῷ Δαυείδ.
  • Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἤ ψυχἠμου ;
  • παρʼ αὐτοῦ γὰρ τὸ σωτήριόν μου.
  • καὶ γὰρ αὐτὸς ὁ θεός μου καὶ σωτὴρ μου,
  • ἀντιλήμπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.
  • ἕως πότε ἐπιτίθεσθε ἐπʼ ἄνθρωπον ;
  • φονεύετε πάντες
  • ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ.
  • πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι,
  • ἔδραμον ἐν δίψει
  • τῷ στόματι αὐτῶν εὐλογοῦσαν, καὶ τῇ καρδίᾳ αὐτῶν
  • κατηρῶντο.
  • πλὴν τῷ θεῷ ὑποτάγηθι, ψυχῇ μου,
  • ὅτι παρʼ αὐτοῦ ἡ ὑπομονή μου.
  • ὅτι αὐτὸς θεός μου καὶ σαωτήρ μου,
  • ἀντιλήμπτωρ μου· οὐ μὴ μεταναστεύσω.
  • ἐπὶ τῷ θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου·
  • διάγαλμα.
  • ὁ θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ θεῷ.
  • ἐλπίσατε ἐπʼ αὐτόν, πᾶσα συναγωγὴ λαοῦ·
  • ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν·
  • [*](U+05D0RT)[*](7 βασιλεως] pr του U+05D0c.a T βασιλευς R vid | προσθησεις ετη] προσθησεις τα ετη U+05D0c.a προς τα ετη R * (προσθησεις εις τα ετη Rᵃ) προσθησῃς τα ετη Τ 8 om ουτων U+05D0RT 9 τον αιωνα του αιωνος BU+05D0*c.b R] αιωνα U+05D0 τους αιωνας T Stich 16 B 17 U+05D0T 16 R LXI 1 Ιδιθουμ RT 2 παρ αυτου γαρ] οτι παρ αυτου  εστιν R | το σωτηριον] η υπομονη R 3 αυτος] + εστιν R | ο θεος] om ο BᵃᵇU+05D0T | σαλευθω επι πλειον] μεταναστευσω R 4 παντες] + υμεις U+05D0c.a (υμις) | κεκλιμενω R 5 ευλογουν Bᵇ U+05D0c.a T | κατηρουντο R | om διαψαλμα T 6 υποταγηθι] υποταγησεται R | ψυχη] pr η U+05D0RT 7 om μη U+05D0* (hab U+05D0c.a) 9 om ελπισατε.. λαου U+05D0* (hab ελπισαται επ αυτον π. σ. λαων U+05D0c.ᵃ) | λαων R | εκχεατε U+05D0T | αυτου τας] αυ. τας B* (του superscr Bᵃᵇ))
    291
  • ὁ θεὸς βοηθὸς ἡμῶν. διάψαλμα.
  • [*](B)

  • πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων,
  • ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπαων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι.
  • αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.
  • μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν,
  • καὶ ἐπὶ ἁρπάγματα μὴ ἐπιποθεῖτε·
  • πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.
  • ἅπαξ ἐλάλησεν ὁ θεός, δύο ταῦτα ἤκουσα,
  • ὅτι τὸ κράτος τοῦ θεοῦ
  • καὶ σοῦ, κύριε, τὸ ἔλεος,
  • ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτυῦ.