Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης·
  • ψαλμὸς τῷ Δαυεἰδ.
  • Κύριε. μὴ τῷ θυμῷ σου ἐλέγξῃς με,
  • μηδέ τῇ ὀργῇ σου παιδεύσῃς με.
  • ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι·
  • ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.
  • καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα·
  • καὶ σύ, Κύριε, ἕως πότε ;
  • ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου.
  • σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου.
  • ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου·
  • ἐν δὲ τῷ ᾄδῃ τίς ἐξομολογήσεταί σοι ;
  • ἐκοπίασα ἐν τῷ στεναγμῷ μου,
  • λούσω καθʼ ἑκάστην νύκτα τὴν κλίνην μοι,
  • ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω.
  • ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου,
  • ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου.
  • ἀπόστητε ἀπʼ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
  • ὅτι εἰσήκουσεν Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου·
  • εἰσήκουσεν Κύριος τῆς δεήσεώς μου,
  • Κύριος τὴν προσευχήν μου προσεδέξατο.
  • αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου,
  • ἐπιστραφείησαν καὶ αἰσχυνθείησαν σφόδρα διὰ τάχους.