Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος· συέσεως τῷ Δαυείδ,
  • ἐν τῷ
  • ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ
  • Σαοὺλ καὶ εἰπεῖὰ αὐτῷ Ἦλθεν Δαυεὶδ
  • εἰς τὸν οἶκον Ἀβιμέλεχ.
  • Τί ἐνκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός,
  • ἀνομίαν ὅλην τὴν ἡμέρανς
  • ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου·
  • ὡσεὶ ξυρὸν ἐξηκονημένον ἐποίησας δόλον.
  • ἠγάπησας κακίαν ὑπέρ ἀγαθωσύνην,
  • ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. διάψαλμα.
  • ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν.
  • διὰ τοῦτο ὁ θεὸς καθελεῖ σε εἰς τέλος·
  • ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος,
  • καὶ τὸ ῤίζωμά σου ἐκ γῆς ζώντων. διάψαλμα.
  • καὶ ὄψονται δίκαιοι καὶ φοβηθήσονται,
  • καὶ ἐπʼ αὐτὸν γελάσονται καὶ ἐροῦσιν
  • Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ,
  • ἀλλὰ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ,
  • καὶ ἐδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.
  • ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ·
  • ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν
  • αἰῶνα τοῦ αἰῶνος·
  • ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας·
  • καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν
  • ὁσίων σου.