Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ψαλμὸς ᾡδῆς τοῖς υἱοῖα Κόρε, δευτέρᾳ σαββάτου.
  • Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα
  • ἐν πόλει τοῦ θεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ,
  • εὐρίζῳ ἀγαλλιάματι πάσης τῆς γῆς·
  • ὄρη Σιών, τὰ πλευρὰ τοῦ βορρᾶ,
  • ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου.
  • ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται,
  • ὅταν ἀντιλαμβάνηται αὐτῆς.
  • ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν, ἤλθοσαν ἐπὶ τὸ αὐτό·
  • αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν,
  • ἐταράχθησαν, ἐσαλεύθησαν· τρόμος ἐπελάβετο αὐτῶν,
  • ἐκεῖ ὠδῖνες ὡς τικτούσης.
  • ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσείς.
  • καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν
  • ἐν πόλει Κυρίου τῶν δυνάμεων,
  • ἐν πόλει τοῦ θεοῦ ἡμῶν·
  • ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. διάψαλμα.
  • ὑπελάβομεν, ὁ θεός, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου.
  • κατὰ τὸ ὄνομά σου, ὁ θεός, οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ
  • πέρατα τῆς γῆς·
  • δικαιοσύνης πλήρης ἡ δεξιά σου.
  • εὐφρανθήτω τὸ ὄρος Σιῶν,
  • ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰουδαίας
  • ἕνεκα τῶν κριμάτων σου, Κύριε.
  • κυκλώσατε Σιὼν καὶ περιβάλετε αὐτὴν,
  • διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς·
  • [*](U+05D0ART)[*](XLVII 1 ψαλμος...σαββατου] εις το τελος ψαλμος τω Λαδ A | ψαλμος ωδης] ωδη ψαλμου U+05D0T 2 αινετοσηφοδρα A | ορει] pr εν U+05D0c.a vid (ras εν U+05D0c.ᵇ) RT 6 ευριζω Bᵃ ᵛⁱᵈ] ευριζων B*ᵇU+05D0ART | πασης της γης] πασα (sic) τη γη A | ορη] ορος R | Σειων U+05D0Τ 4 αντιλαμβανεται 5 βασιλεις] + της γης AR | ηλθοσαν] διηλθοσαν U+05D0Aa? RT pr και R 6 αυτοι] αυτο U+05D0 | ιδοντες] ιδοτες A 7 υπελαβετο A | ουτων] αυτους U+05D0 συντριψει A 9 ειδομεν] ιδαμεν Aᵃ ᵐᵍ Rᵛⁱᵈ T pr καιU+05D0c.a RT | εν πολει (1⁰)... εις τον αιωνα sup ras Aa vid | του θεου sup ras Aᵃ ᵛⁱᵈ | om διαψαλμα AT 11 επι] εις R* | πληρεις B* (-ρης Bᵃᵇ) 12 το ορος] om το RT | Σειων T(item 13) | αγαλλιασθωσαν] pr και U+05D0c.aART | ενε- κεν U+05D0ART | om Κυριε U+05D0* (hab κε U+05D0c.ᵃ) 13 περιβαλετε] περιλαβετε BᵇU+05D0ΑRT)
    275

  • θέοθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς,
  • [*](B)
  • καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς,
  • ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν.
  • ὅτι οὗτός ἐστιν ὁ θεὸς ἡμῶν
  • εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.