Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τἔλος, τῷ Ἰδιθούν· ᾠδὴ τῷ Δαυείδ.
  • Εἶπα Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου·
  • ἐθέμην τῷ στόματί μου φυλακὴν
  • ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου.
  • [*](U+05D0ART)[*](13 εξεβιαζοντο U+05D0T | ματαιοτητα U+05D0* (.τας U+05D0c. ᵃ) | δολιοτητα U+05D0* (.τας U+05D0c.a) 15 εγενπομην] εγενηθην R* | στοματι] pr τω U+05D0c.a ART 16 om οτι ?* (hab U+05D0c.a) | σε] σοι U+05D0RT | κε ηλπισα U+05D0ART | συ BcU+05D0A T] σοι B*R 17 ειπα] ειπε R* (ειπα Rᵃ) ειπον T | μη ποτε bis scr A | επιχαρωσιν] επιχαρειησαν R* | om οι εχθροι μου U+05D0* (hab U+05D0c.a) 18 μου 2⁰] + εστιν U+05D0c.a ART 19 αναγγελω] αναγγελλω U+05D0 pr εγω U+05D0c.a (om U+05D0c.b) ART 20 οι δε] + οἱ R | υπερ] επ R | om με A 21 ανταποδιδοντες] + μοι U+05D0c.aART | κακα] πονηρα R* |επι B*AT(επει BᵃᵇU+05D0Rᵃ) om R* | δικαιοσυνην] αγαθωσυνην U+05D0c.a Ra + καί απεριψαν με τον αγαπητον ωσει νεκρον εβδελυγμενον 22 εγ- καταλιπης BᵃᵇU+05D0 εγκαταλειπης AT (ενκ.) | Κυριε ο θεος μου coniung AR 23 βοηθιαν T Stich 45 BT 42 U+05D0R 44 A XXXVIII 1 Ιδιθουμ ARᵛⁱᵈΤ 2 αμαρτανειν (-ταννειν A*ᵛⁱᵈ)] + με ᵃ (om U+05D0c.b) ARᵃT | φυλακην] + εναντιον μου R)
    263

  • ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν,
  • [*](B)
  • καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη.
  • ἐθερμάνθη ἡ καρδία μου ἐντός μου.
  • καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ·
  • ἐλάλησα ἐν γλώσσῃ μου ⁵Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου,
  • καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν,
  • ἴνα γνῶ τί ὑστερῶ ἐγώ.
  • ἰδοὺ παλαιὰς ἔθου τὰς ἡμέρας μου,
  • καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐδὲν ἐνώπιόν σου·
  • πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. διάψαλμα.
  • μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος,
  • πλὴν μάτην ταράσσονται·
  • θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.
  • καὶ νῦν τίς ἡ ὑπομονὴ μου οὐχὶ ὁ κύριος;
  • καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν.
  • ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με,
  • ὄνειδος ἄφρονι ἔδωκάς με.
  • ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ εἶ ὁ ποιήσας με.
  • ἀπόστησον ἀπʼ ἐμοῦ τὰς μάστιγάς σου·
  • ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.
  • ἐν ἐλεγμοῖς ὑπέρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον,
  • καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ·
  • πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος. διάψαλμα.
  • εἰσάκουσον τῆς προσευχῆς μου καὶ τῆς δεήσεώς μου,
  • ἐνώτισαι τῶν δακρύων μου.
  • μὴ παρασιωπήσῃς· ὅτι πάροικος ἐγὼ εἰμι ἐν τῇ γῇ
  • καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου.
  • ἄνες μοι ἵνα ἀναψύξω
  • πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω.