Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς¶
  • πολέμησον τοὺς πολεμοῦντάς με·
  • ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς βοήθειάν μοι·
  • [*](§ U)

  • §ἔκχεον ῥομφαίαν καὶ σύνκλεισον ἐξ ἐναντίας τῶν·καταδιωκοντων με·
  • εἰπὸν τῇ ψυχῇ μου Σωτηρία σου ἐγὼ εἰμι.
  • αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου.
  • ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ
  • λογιζόμενοί μοι κακά.
  • [*](U+05D0ARU)[*](17 εξολοθρ. B?AR εξολευθρ. U | γης] pr της | αυτους R 18 εκεκρ. οι δικαιοι] δικαιοι εκεκρ. U | ουτων 1⁰] αυτους R | om αυτων 2⁰ U | ερρυσατο Bᵇ⁽ᵛⁱᵈ) U+05D0AR εσωσεν U | αυτους] + ο κς U+05D0c.a (om ο U+05D0c.b) 19 τη καρδια U | των πνι U 20 om ουτων U | αυτους] + ο κς AU 21 φυλασσει κς U+05D0c.a A κς φυλασσε...| ει U ᵛⁱᵈ | εν] pr και u 22 ο μισου[ντες] U | των δικαιον U 23 ψυχας δουλων] τας ψ. [των]| δουλων U | πλημμελησωσιν U+05D0 — Stich 43 B 42 U+05D0A 41 R XXX IV 1 τω Δ.] pr ψαλμος A + ψ. R τουλ. U 1— 2 omnia perier in ab αδ[ικουντας] usque ||(εκχεον ρομφ]αιαν 2 βοηθειαν (-θιαν U+05D0A)] pr την R | μου ARvid 3 ρομφαιαν] + σου A | συγκλ. BᵃᵇU κατα- διωκοντων] θλιβωντων U | την ψυχη U | σωτηρια] σωτηρ U | ειμι εγω AR 4 αισχυθειησαν] αισχυνθητωσαν U+05D0AU | εντραπειησαν] εντραπητωσαν U+05D0AU | οι ζητουντες] pr παντες U | αποστραφειησαν] αποστραφητωσαν U+05D0AU | καται- σχυνθειησαν] καταισχυνθητωσαν U+05D0AU (κατεζσχυνθ.) | διαλογιζομενοι U)
    255

  • γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου,
  • [*](B)
  • καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς·
  • γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα,
  • καὶ ἄγγελος Κυρίου καταδιώκων ¶ αὐτούς.
  • [*](¶ U)

  • ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν,
  • μάτην ὠνείδισαν τὴν ψυχὴν μου.
  • ἐλθέτω αὐτοῖς παγὶς ἣν οὐ γινώσκουσιν,
  • καὶ ἡ θήρα ἣν ἔκρυψαν συλλαβέτω αὐτούς.
  • καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ.
  • ἡ δέ ψυχὴ μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ,
  • τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ.
  • πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, τίς ὅμοιός σοι
  • ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ,
  • καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
  • ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἐπηρώτων με·
  • ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν,
  • καὶ ἀτεκνίαν τῇ ψυχῇ μου·
  • ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον,
  • καὶ ἐταπείνουν ἐν νηστία τὴν ψυχὴν μου,
  • καὶ ἡ προσευχὴ μου εἰς κόλπον μου ἀποστραφήσεται.
  • ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐηρέστουν·
  • ὡς πενθῶν καὶ σκυθρωπάζων οὕτως ἐταπεινούμην.
  • καὶ κατʼ ἐμοῦ ηὐφράνθησαν καὶ συνήχθησαν,
  • συνήχθησαν ἐπʼ ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων,
  • διεσχίσθησαν καὶ οὐ κατενύγησαν·
  • ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν.
  • ἔβρυξαν ἐπʼ ἐμὲ τοὺς ὀδόντας αὐτῶν.
  • Κύριε, πότε ἐπόψῃ;
  • ἀποκατάστησον τὴν ψυχὴν μου ἀπὸ τῆς κακουργίας αὐτῶν,
  • ἀπὸ λεόντων τὴν μονογενῆ μου.
  • ἐξομολογήσομαί σοι, Κύριε, ἐν ἐκκλησίᾳ πολλῇ,
  • ἐν λαῷ βαρεῖ αἰνέσω σε.
  • [*](5 Κυριου] pr ο U+05D0 6 ολισθημα] + αυτοις U | καταδιωκ[ω]ν.. U 7 πακι- U+05D0ARU δος U+05D0 8 ελθατω AR* | αυτοις] αυτω U+05D0c.a -τους R | γινωσκει U+05D0c.a (-σκι) Rᵃ | εκρυψεν U+05D0c.ᵃ | συνλαβ. AR | αυτους] -τον U+05D0c.aA | πακιδι U+05D0 | πεσειταιU+05D0 c.ᵃ(πεσιτ.) A 9 επι 1°] εν U+05D0* (επι U+05D0c.ᵃ) 10 Κυριε] + κε A | ρυομενον A | om χειρος A 11 επηρωτων] ερωτων U+05D0AR 12 ανταποδιδοσαν A | καλων] αγαθων AR 13 νηστεια BᵃᵇA | κολπον] pr τον R* | om μου 3⁰ R* | αποστραφησεται] απο- στραφητω (seq ras 1 lit) A 15 ευφρανθησαν U+05D0 16 εξεμυκτηρισαν] pr και R 17 μονογενην U+05D0c.a (ras ν 2⁰ U+05D0c. ᵇ) AR 18 om Κυριε U+05D0A)
    256
    [*](B)

  • μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ματαίως,
  • οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς.
  • ὅτι ἐμοὶ μέν εἰρηνικὰ ἐλάλουν,
  • καὶ ἐπʼ ὀργῇ δόλους διελογίζοντο·