Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι,
  • καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.
  • μακάριος ἀνὴρ οὗ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν,
  • οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος.
  • ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου
  • ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν.
  • ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπʼ ἐμέ ἡ χείρ σου,
  • ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐνπαγῆναι ἄκανθαν.
  • διάψαλμα.
  • τὴν ἁμαρτίαν μου ἐγνώρισα,
  • καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα·
  • εἶπα Ἐξαγορεύσω κατʼ ἐμοῦ τὴν ἁμαρτίαν μου τῷ κυρίῳ,
  • καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. διάψαλμα.
  • ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος πρὸς σέ ἐν καιρῷ εὐθέτῳ·
  • πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ
  • ἐγγιοῦσιν.
  • σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με·
  • τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.
  • διάψαλμα.
  • συνετιῶ σε καὶ συνβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ,
  • ἐπιστηριῶ ἐπὶ σέ τοὺς ὀφθαλμούς μου.
  • μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις·
  • ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι
  • τῶν μὴ ἐγγιζόντων πρὸς σέ.
  • πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ,
  • τὸν δὲ ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει.
  • [*](U+05D0ARU)[*](XXXI 1 συνεσεως τω Δ.] τω Δ. συνεσεως U+05D0RU ψαλμος τω Δ. A | αφει- θησαν U+05D0 αφθεισαν U | απεκαλυφθησαν U 2 ου 1⁰] ω U+05D0c.a R* | om ου R 3 εσιγησα οτι U | απο του κρ.] εν τω κρ. 4 ενπαγηναι B* R (εμπ. BᵃᵇU+05D0U)] παγηναι A | ακανθαν] pr μοι A pr μου R pr με ως U | om διαψαλμα A 5 αμαρτιαν 1⁰] ανομιαν U+05D0c. ᵃA | ανομιαν] αμαρτιαν U+05D0c.aA | εκαλυψα] εκρυψα U | την κατ εμου αμ. | αμαρτιαν 2⁰] ανομιαν U+05D0ΑR 6 πας οσιος προς σε BU+05D0*c.ᵇ] προς σε πας οσιος U+05D0c.ᵃARU) | ουτων | εγγιουσιν (ενγ. B* εγγ. Bᵇ)] + διαψαλμα R 7 τον κυκλ. 8 συμβιβω BᵃᵇU+05D0 συμβιβασω U | ταυτην U 9 ημιονος] ως ημινονοσι (sic) | χαλινω και κημω (κιμω Bᵇ)] κημω και χαλινω U+05D0c.aA | αγξαι] αγξης U+05D0c.aR αγξις A | εγγιζοντον 10 μαστιγγες U | τους αμαρτωλου U | επι κν bis scr A* (sign adpinx Aᵇ))
    251

  • εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι·
  • [*](B)
  • καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.