Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ,
  • ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν·
  • ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν.
  • ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ·
  • προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.
  • φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων,
  • ὁ θεὸς τῆς δόξης ἐβρόντησεν,
  • Κύριος ἐπὶ ὑδάτων πολλῶν.
  • [*](3 ουτων 1⁰] αυτου R | κακα] πονηρα R* 4 αυτοις 1⁰] + κε U+05D0c.ᵃ (om U+05D0c.ᵇ) U+05D0ARTU Τ | επιτηδ sup ras Rᵃ | κατα 3⁰] pr και U | om ουτων 3⁰ A 5 ου 1⁰] ο U | συνηκα A | om εις τα εργα Κυριου και εις U | αυτου] ουτων R 6 οτι rescr A¹ | της φ.] rescr τη A¹ | δεεσεως 7 ηλπισεν] ηαλπ. U+05D0* (ηλπ.U+05D0¹) ελπ. U | και εβοηθηθην] εφοβηθην U | ανεθαλλεν A | η σαρξ μου ανεθαλεν U 8 τω λαω T | αυτου 1⁰] + ειστν U | om εστιν R 9 των λαον U | σου] + Κυριε R* | του αιωνος] om του U+05D0* (hab U+05D0c. ᵃ) — Stich 25 BA 24 U+05D0R 26 T XXVIII 1 εξοδου TU (εξοδουσσκ.) | υιους] υιοις R υιος U 2 om τω κυριω (1°) T | ονοματι] pr τω U | om αγια αυτου R* (hab Rᵃ))
    246
    [*](B)

  • φωνὴ Κυρίου ἐν ἰσχύι,
  • φωνὴ Κυρίου ἐν μεγαλοπρεπίᾳ.
  • φωνὴ Κυρίου συντρίβοντος κέδρους·
  • συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου,
  • καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον·
  • καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.
  • φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός.
  • φωνὴ Κυρίου συνσείοντος ἔρημον,
  • συνσείσει Κύριος τὴν ἔρημον Καδής.
  • φωνὴ Κυρίου καταρτιζομένου ἐλάφους,
  • καὶ ἀποκαλύψει δρυμούς·
  • καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.
  • Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ·
  • καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.
  • Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει,
  • Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.