Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Πρὸς σέ, Κύριε, ἐκέκραξα, ὁ θεός μου.
  • μὴ παρασιωπήσῃς ἐπʼ ἐμοί
  • μή ποτε παρασιωπήσῃς ἐπʼ ἐμοὶ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
  • εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέ,
  • ἐν τῷ με αἴρειν χεῖράς μου εἰς ναὸν ἅγιόν σου.
  • μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχὴν μου,
  • καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με.
  • [*](U+05D0ARTU)[*](9 μη 2⁰] pr και U+05D0c.ᵃ (om U+05D0c.b) RT | δουλουσσου U | εγκαταλιπης B*A (εγκαταλειπ.) R (ενκαταλιπ.)] αποσκορακισης Bᵇ(ᵛⁱᵈ)U+05D0c.a TU? (αποσκαρακ. U*ᵛⁱᵈ) | om υπεριδης...η μητηρ μου U | υπεριδης] ενκαταλιπης U+05D0c.a Γ (εν- καταλειπ.) 10 ενκατελειπον A ενκατελιπον R εκκαταλειπον U 11 με 1⁰] μοι R* | τη οδω] pr εν U+05D0c.a RTU | τριβων ευθειαν U 12 θλιβοντων] pr των U | επαναστησαν A | μοι] επ εμε R* | εαυτη] εαυτης A εαυτω Rᵃ αυτη 13 πιστευω BᵇAR TU | Κυριου] pr του R | εν τη γη των ζωντων 14 υπο- μεινον] υπομενω U | κραταιουθω B* (- σθω Bᵃᵇ) | σου] μου A — Stich 34 BU+05D0R 33 A 39 T XXVII 1 του Δ.| τω Δ. T ψαλμος τω Δ. U | εκεκραξα] κεκραξομαι U+05D0AT | επ εμοι bis] απ εμου U+05D0ARTU | παρασιωπησας (2⁰) U 2 εσακουσον] + κε U+05D0c.a (om U+05D0c. ᵇ) T | εν τω δεεσθαι με] ης εκεκραξα A | εν 2⁰] pr και | με αιρειν] om με U+05D0* αιρειν με c.a ART | εις] προς c.a ARTU 3 σονελκυσης] + με U+05D0TU | om την ψυχην μου U+05D0 Τ | εργαζομενων] pr ανδρων U+05D0* (om U+05D0c.a) | αδικιαν Bc.a] την ανομιαν U+05D0* R την (sic) A (sine αδ. vel αν.) | συναπωλεσης U)
    245
  • τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν,
  • [*](B)
  • κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν.
  • δὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν
  • καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν·
  • κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς,
  • ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς.
  • ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου
  • καὶ εἰς τά ἔργα τῶν χειρῶν αὐτοῦ,
  • καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.
  • εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου.
  • Κύριος βοηθός μου καὶ ὑπερασπιστής μου·
  • ἐπʼ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην.
  • καὶ ἀνέθαλεν ἡ σάρξ μου·
  • καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ.
  • Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ,
  • καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν.
  • σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου,
  • καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος.