Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
  • Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ,
  • ποίησιν δέ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
  • ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα,
  • καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
  • οὐκ εἰσὶν λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν·
  • εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,
  • καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
  • ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ.
  • καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ,
  • ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.¶
  • [*](¶ U)

  • ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ,
  • καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ·
  • καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.
  • ὁ νόμος τοῦ κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς·
  • ἡ μαρτυρία Κυρίου πιστή, σοφίζουσα νήπια.
  • τὰ δικαιώματα Κυρίου εὐθεῖα, εὐφραίνοντα καρδίαν·
  • ἡ ἐντολὴ Κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς.
  • ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος·
  • τὰ κρίματα Κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό,
  • [*](49 απο 1°] pr και U+05D0* (om U+05D0c.ᵃ) | επανιστανομενων (-νον U )] επανισταμε- U+05D0ARU νων BᵇA | ρυσαι U+05D0c.a (ρυση U+05D0*c.ᵇ?) A ρυσης 50 εθνεσι U 51 μεγα- λυνων] pr ο U | om αυτου 1° U+05D0c. ᵃ | σινος B* (αιωνος Bᵃᵇ) Stich 116 B U+05D0 115 A 118 R XVIII 2 ο ουρανος R* | ποιησιν δε] ποιησειν δε A και ποιησεν | αναγγελει A | τω στερεωμα U 3 ημερα 1°] pr η U+05D0A |αναγ- γελει AU 4 λαλειαι AU | ουδε] ο rescr A? | αι φωνη U | om ουτων A* (hab Aᵃ) 6 ηλιω εθετω] ηλιηθετο | εκπορευομενος] ορευο sup ras Bᵃᵇ | γιγγας U | om αυτου 3° U+05D0c.a R cett desunt in usque XX 14 7 του ου- ρανου 2°] om του U+05D0* (hab U+05D0c.ᵃ) U+05D0 του κυριου] om του A 9 ευθεα Bᵇ)
    234
    [*](B)

  • ἐπιθυμητὰ ὑπέρ χρυσίον καὶ λίθον τίμιον πολὺν
  • καὶ γλυκύτερα ὑπέρ μέλι καὶ κηρίον.
  • καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά·
  • ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.
  • παραπτώματα τίς συνήσει ;
  • ἐκ τῶν κρυφίων μου καθάρισόν με,
  • καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου·
  • ἐὰν μὴ μου κατακυριεύσουσιν, τότε ἄμωμος ἔσομαι
  • καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης.
  • καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου
  • καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός,
  • Κύριε, βοηθέ μου καὶ λυτρωτά μου.