Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον,
  • καὶ τοὺς μισοῦντάς με ἐξωλέθρευσας.
  • ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων·
  • πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν.
  • καὶ λεπτυνῶ αὐτοὺς ὡς χνοῦν κατὰ πρόσωπον ἀνέμου,
  • ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς.
  • ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ,
  • καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν·
  • λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι,
  • εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι·
  • υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι,
  • υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν
  • καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.
  • ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ θεός μου,
  • καὶ ὑψωθήτω ὁ θεὸς τῆς σωτηρίας μου·
  • ὁ θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί,
  • καὶ ὑποτάξας λαοὺς ὑπʼ ἐμέ,
  • ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων·
  • [*](U+05D0ARU)[*](38 καταδιωξω] pr και U | αποστρε|φησονμαι U | om αν U | εκλειπωσιν AU 39 αυτους] αυτου U | στηναι] στηκαι R 40 εις πολεμον] εως ποlλεμον (sic) | om παντας U+05D0* (hab U+05D0c.ᵃ) | επανισταμενους Bᵇ | υποκαιων U 41 om και τους εχθρους μου εδωκας μοι U | εξωλοθρ. B? 42 σω- ζων] ζωσω U | εισηκουεν (ras σ) U+05D0c.a | ουτων] αυτους RU 43 ως 1°] ωσει A 44 ρυσαι] ρυσαιτε A ρυσεται R ρυσης | αντιλογιων] αντιλ sup ras Bᵃ? αντιλογιας U+05D0c. ᵃ R | λαου] λαων A + μου U | ον] ος A | εγνω R 45 ακοην] υπακοην Uvid | ωτιου] ωτος U | υπηκουσεν BU+05D0c.a RU] υπηκουσαν U+05D0* επηκουσας A? | μοι 1°] μου U+05D0c.aRU | υιοι] pr οι A | μοι 2°] με U+05D0c.ᵃ μου U 46 εχωλαναν] εχωραναν U | απο] εκ A 47 om μου 1° U+05D0c. ᵃ U 49 εχθρων] + μου ARU)
    233
  • ἀπὸ τῶν ἐπανιστανομένων ἐπʼ ἐμὲ ὑψώσεις με,
  • [*](B)
  • ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με.
  • διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, Κύριε,
  • καὶ τῷ ὀνόματί σου ψαλῶ·
  • μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ,
  • καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ,
  • τῷ Δαυεὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.