Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου,
  • πρόσχες τῇ δεήσει μου·
  • ἐνώτισαι τῆς προσευχῆς μου οὐκ ἐν χείλεσιν δολίοις.
  • ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι,
  • οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας.
  • ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός·
  • ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.
  • ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου (4)τὰ ἔργα τῶν ἀνθρώπων,
  • διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.
  • [*](6 επεπεσαν] επεσαν U+05D0 | μοι 1°] με U | κρατιστοις] + μου R | η κληρονο- U+05D0ARU μια] ε (sic) κληρονομιαν U | μοι 2°] εμοι R 8 προωρωμην Bᵃᵇ | εστι R* 9 ευφρανθη U+05D0 | η σαρξ...ελπ.] rescr U+05D0¹ 10 ενκαταλειψεις A (-λιψ. BU+05D0)] εγκαταλειψεις Bᵃᵇ εγκαταλειψης U ενκαταλειπεις R | αδην] pr τον U+05D0* (om U+05D0c.ᵃ) αδου A | οσιων sup ras Rᵃ 11 ευφροσυνην AR | τερπνοτης U+05D0c.c (vid) ARU | εις τελος] pr εως R — Stich 24 BU+05D0 23 A 25 R XVI 1 του Δ.) om του R* | Κυριε] ο θεος R* | της δικ.| om της U+05D0c.ᵃA | της δεησεως U | την προσευχην BᵃᵇU+05D0AR | χειλεσι 2 μου 1°] μοι U+05D0* (μου U+05D0c. ᵃ) | om οι οφθαλμοι....ευθ. U+05D0* * (hab U+05D0c. ᵃ) | ειδετωσαν A | ευθυτητας BU+05D0c.aA] ευθυτητα R* U + Κυριου Rᵐᵍ 3 την καρδια U | επεσκεψω] pr και RU) | ουχ ευρεθη (κ ευρε sup ras Aᵃ?) A ου| ευρεθη R ουκ ευρες U | αδι- κιαν U 4 λαλησαν U)
    228
    [*](B)

  • κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου,
  • ἵνα μὴ σαλευθῇ τὰ διαβήματά μου.
  • ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ θεός·
  • κλῖυον τὸ οὗς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥηματων μου.
  • θαυμάστωσον τὰ ἐλέη σου,
  • ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ
  • ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιῷ σου.
  • φύλαξόν με ὡς κόραν ὀφθαλμοῦ·
  • ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με
  • ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με.
  • οἱ ἐχθροί μου τὴν ψυχὴν μου περιέσχον,
  • τὸ στέαρ αὐτῶν συνέκλεισαν,
  • τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν·
  • ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με,
  • τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ·
  • ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν,
  • καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.
  • ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς,
  • ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς,
  • ῥομφαίαν σου
  • ἀπὸ ἐχθρῶν τῆς χειρός σου·
  • Κύριε ἀπολύων ἀπὸ γῆς,
  • διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν·
  • καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν,
  • ἐχορτάσθησαν ὑείων
  • καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.
  • ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου,
  • χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου.