Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου.
  • καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου·
  • ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου.
  • αἱ χεῖρές μου ἐποίησαν 'ὄργανον,
  • οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον.
  • καὶ τίς ἀναγγελεῖ τῷ κυρίῳ μου;
  • αὐτὸς Κύριος, αὐτὸς εἰσακούει.
  • αὐτὸς ἐξαπέστειλεν τὸν ἄγγελον αὐτοῦ,
  • καὶ ἤρέν με ἐκ τῶν προβάτων τοῦ πατρός μου,
  • καὶ ἔχρισέν με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὐτοῦ.
  • οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι,
  • καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς Κύριος.
  • ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ,
  • καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ·
  • ἐγὼ δὲ σπασάμενος τὴν παρʼ αὐτοῦ μάχαιραν
  • ἀπεκεφάλισα αὐτόν, καὶ ἤρα ὄνειδος ἐξ υἱῶν Ἰσραήλ.