Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Αἰνεῖτε τὸν θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ,
  • αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ·
  • αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ,
  • αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
  • αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος,
  • αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ·
  • αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ,
  • αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ·
  • αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις,
  • αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.
  • τᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. ἁλληλουιά.