Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν,
  • αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
  • αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγελοι αὐτοῦ·
  • [*](U+05D0ART)[*](11 ευδοκει] ευδοκησεν (vel ηυδ.) R* | εν bis] επι R | τους φοβουμενους R | om πασιν U+05D0c.aRT | τους ελπιζοντας R—Stich 25 BU+05D0 20 A 23 R 24 T CXL VII 1 Αγγεου AT | Ζακχαριου R | αινεις U+05D0? (ς ras U+05D0?) | Σιων BᵇA 3 ειργνην] seq ras 2 vel 3 lilt in A | ενπιμπλων R εμπιμπλων T | σε] σοι U+05D0c.a 4 ο αποστελλων] om ο U+05D0* (hab U+05D0c.a) | το λογιον] τον λογον T | ως ταχυς U+05D0* (εως ταχους U+05D0c.a) 5 του διδοντος] om του Τ | χιονα] +αυτου U+05D0c.aT | ομιχλη U+05D0* (-ηλην U+05D0c.a) 6 ψυχους rescr A¹ | υποστησεται] υ rescr A¹ 7 αποστελει] εξαποστελλει R εξαποστελει T | πνευσει] πνευ- σαι U+05D0* (-σει U+05D0c.a) πνευση T 8 απαγγελλων] απαγγελων A pr ο U+05D0c.aRT | τον λογον] το λογιον R | και κριματα αυτου τω Ιηλ sup ras et in mg Aa — Stich 18 BU+05D0ART CXLVIII 1 Αγγεου AT | Ζακχαριου R | ταν κν U+05D0* (τον κν U+05D01) 2 οι αγγελοι] om οι U+05D0)
    413
  • αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.
  • [*](B)

  • αφωῖτε αὐτόν, ἥλιος καὶ σελήνη·
  • αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
  • αἰοτεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν,
  • αγεσάτωσαν τὸ ὄνομα Κυρίου·
  • καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
  • ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν,
  • αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.
  • ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα
  • καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
  • πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
  • αἰνεῖτε τὸν κύριον ἐκ τῆς γῆς,
  • δράκοντες καὶ πᾶσαι ἄβυσσοι·
  • πῦρ, χάλαζα. χάν. κρύσταλλος. πνεῦμα καταιγίδος,
  • τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·
  • τὰ ὄρη καὶ πάντες βουνοί,
  • ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι·
  • τὰ θηρία καὶ πάντα τὰ κτήνη,
  • ἐρπετὰ καὶ πετεινὰ πτερωτά·
  • βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί,
  • ἄρχοντες καὶ πάντες κριταὶ γῆς·
  • νεανίσκοι καὶ παρθένοι,
  • πρεσβῦται μετὰ νεωτέρων·
  • αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου,
  • ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου,
  • ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ·
  • καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ,
  • τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.