Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου,
  • ἐνὼτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου,
  • ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·
  • [*](CXLI 2 φωνη 2°] pr και η A | Κυριον 2°] τον θν AT τον θεον μου R | U+05D0ART εδεηθην] και προσεσχεν μοι A 3 εναντιον] ενωποον U+05D0c.a ART | απαγγελω] αναγγελλω R 4 εκλιπειν U+05D0 | παγιδα μοι U+05D0c.ᵃ AT 5 οτι] και U+05D0c.a RT | απολετο A | εστιν] ην R 6 εκεκραξα προς σε κε U+05D0c.a ART | om και U+05D0c.a ART | ειπα] ειπον T | μερις μου] + ει U+05D0c.aT 7 προς] εις AR | εταπεινωθην σφοδρα sup ras Rᵃ U+05D0 om Κυριε U+05D0c.a RT | υπομενουσι U+05D0 | ου sup ras Aᵃ | ανταποδωσεις R (fort -σης) — Stich 19 BU+05D0R 20 A 17 T CXLII 1 ο υιος καταδιωκει] ο υιος κατεδιωξεν A εδιωκεν Αβεσσαλωμ ο υιος αυτον R ο υιος αυτου κατεδιωκεν T | επακουσον] εισακουσον ART)
    406
    [*](B)

  • καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου,
  • ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
  • ἐταπείνωσεν εἰς τὴν γῆν τὴν ζωήν μου·
  • ἐκάθισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·
  • καὶ ἠκηδίασεν ἐπʼ ἐμὲ τὸ πνεῦμά μου,
  • ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
  • ἐμνήσθην ἡμερῶν ἀρχαίων,
  • καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου,
  • ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων.
  • διεπέτασα τὰς χεῖράς μου πρὸς σέ,
  • ἡ ψυχὴ μου ὡς γῆ ἄνυδρός σοι. διάψαλμα.
  • ταχὺ εἰσάκουσόν μου, Κύριε,
  • ἐξέλιπεν τὸ πνεῦμά μου·
  • μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ,
  • καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
  • ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου,
  • ὅτι ἐπὶ σοὶ ἤλπισα·
  • γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι,
  • ὅτι πρὸς σέ ἦρα τὴν ψυχήν μου.
  • ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε.
  • ὅτι πρὸς σέ κατέφυγον.
  • δίδαξον με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι θεός μου εἶ σύ·
  • τὸ πνεῦμά σου τὸ ἅγιον ὁδηγήσει με ἐν τῇ εὐθεία.
  • ἕνεκα τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου,
  • ἐξάξεις ἐκ θλίψεως τὴν ψυχὴν μου·
  • καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου,
  • καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου·
  • ὅτι δοῦλός σού εἰμι ἐγώ.