Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἐκ βαθέων ἐκέκραξά σε. Κύριε·
  • Κύριε, εἰσάκουσον τῆς φωνῆς μου·
  • γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς
  • μου.
  • ἐὰν ἀνομίαςς παρατηρήσῃ. Κύριε. Κύριε, τίς ὑποστήσηται;
  • ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
  • ἕνεκεν τοῦ ὀνόματός σου
  • ὑπέμεινα, Κύριε·
  • ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν νόμον αὐτοῦ.
  • ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον
  • ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος. καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις,
  • ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός·
  • καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.