Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου,
  • εἰπάτω δὴ Ἰσραήλ·
  • πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου,
  • καὶ γὰρ οὐκ ἠδυνήθησαν μοι.
  • ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί,
  • ἀμάκρυναν τὴν ἀνομίαν αὐτῶν·
  • Κύριος δίκαιος συνέκοψεν αὐχένα ἁμαρτωλῶν·
  • αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ
  • μισοῦντες Σιών·
  • γενηθήτωσαν ὡς χόρτος δωμάτων,
  • ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη·
  • οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων,
  • καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων·
  • [*](ART)[*](CXXVII 2 καρπους των πονων] πονους των καρπων U+05D0c.aRT 3 τοις κλιτεσιν A ταις κλιτεσιν U+05D0c.a ταις κλιτεσι RT | νεοφυτα] θ pro ε U+05D0*vid 4 ο ανθρωπος] πας ανθρωπος U+05D0c.aT ανθρωπος AR 5 ευλογησει AR ευλογηση T | Σειων AT 6 ιδης U+05D0 — Stich 11 U+05D0 14 A 12 AR CXXVIII 1 ειπατω δη Ιηλ c seqq coniung A 2 εδυνηθησαν A 3 του νωτου] τω νωτου A τον νωτον (? των νωτων) R | om μου A 4 αυχεωασ U+05D0c.aART 5 αποστρεφετωσαν R | Σειων T 6 ως] ωσει U+05D0c.aAT | δο- ματων A | εκπασθηναι R* (εκσπ. Rᵃ) 7 συνλεγων A*vid (συλλ. Aᵃ))
    393

  • καὶ οὐκ εἶπαν οἱ παράγοντες Εὐλογία Κυρίου ἐφʼ ἡμᾶς,
  • [*](U+05D0)
  • εὐλογήσομεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.