Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιῶν·
  • οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἰερουσαλήμ.
  • ὄρη κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ
  • ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
  • ὅτι οὐκ ἀφήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον
  • τῶν δικαίων.
  • ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ χεῖρας αὐτῶν.
  • ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ·
  • τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς
  • ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν.
  • εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.