Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ
  • οὐρανῷ.
  • ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν,
  • ὣς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς,
  • οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν,
  • ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
  • ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς.
  • ὅτι ἐπὶ πολὺ ἐπληθύνθημεν ἐξουδενώσεως·
  • ἐπὶ πλεῖον ἐπληθύνθη ἡ ψυχὴ ἡμῶν·
  • τὸ ὄνειδος τοῖς εὐθηνοῦσιν
  • καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.