Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη· πόθεν ἥξει ἡ βοήθειά
  • ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν
  • καὶ τὴν γῆν.
  • μὴ δῷς εἰς σάλον τὸν πόδα σου, μηδέ νυστάξει ὁ φυλάσσων σε.
  • ἰδοὺ οὐ νυστάξει οὐδὲ ἐξυπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ.
  • Κύριος φυλάξει σε, Κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου·
  • ἡμέρας ὁ ἥλιος οὐκ ἐκκαύσει σε, καὶ ἡ σελήνη τὴν νύκτα.
  • Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξαι τὴν ψυχήν σου.
  • Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ
  • τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.