Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα,
  • ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν·
  • ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου
  • εἰς τὸν αἰῶνα διὰ παντὸς ἄμειψιν.
  • Παρανόμους ἐμίσησα,
  • καὶ τὸν νόμον σου ἠγάπησα.
  • βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ,
  • καὶ εἰς τὸν λαόν σου ἤλπισα.
  • ἐκκλίνατε ἀπʼ ἐμοῦ, οἱ πονηρευόμενοι,
  • καὶ ἐξεραυνήσω τὰς ἐντολὰς τοῦ θεοῦ μου.
  • ἀντιλαβοῦ κατὰ τὸ λόγιόν σου καὶ ζῆσόν με.
  • καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.
  • βοήθησόν μοι καὶ σωθήσομαι,
  • καὶ μελετήσω ἐν τοῖς δικαιώμασίν σου διὰ παντός.
  • ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάπαου
  • σοῦ,
  • ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.
  • παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς,
  • διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός.
  • καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου,
  • ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.
  • Ἐποίησα κρίμα καὶ δικαιοσύνην,
  • μὴ παραδῷς με τοῖς ἀδικοῦσίν με.
  • ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθά,
  • μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι.
  • [*](109 χερσι] -σιν σου U+05D0c.a RT χερσιν μου A | του νομου U+05D0c.aART 110 εκ] ART απο R* 111 εισιν] εστιν T 112 δια π. αμειψιν (αμιψειν U+05D0*)] οι αντα- μειψιν U+05D0c.a(-μιψειν) A (-μιμψιν) RvidT (-μιψιν) 113 pr σαμεχ R adscr θ΄ Tmg | και τον ν. | τον δε ν.U+05D0c.aART 114 συ] σοι A | om και 2⁰ U+05D0c.aAT | τον λαον] τους λογους U+05D0c.a AT τον λογον R | ηλπισα] εφηλ. U+05D0c. AT επηλ. R 115 οι πονηρευομενοι] om οι ART εξερευνησω T 116 αντιλαβου] + μου U+05D0c.aART | ζησον με] ζησομαι RT 119 om παντας R | om δια παντος U+05D0c.aAR1T 121 pr αιν R 122 αγαθον ART | με] μοι R*)
    384
    [*](U+05D0)

  • οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου
  • καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου.
  • ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ λόγιόν σου,
  • καὶ κατὰ τὰ δικαιώματά σου δίδαξόν με.
  • δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με,
  • καὶ γνώσομαι τὰ μαρτύριά σου.
  • καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ·
  • διεσκέδασαν τὸν νόμον σου.
  • διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου
  • ὑπέρ τὸ χρυσίον καὶ τοπάζιον·
  • δὴ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην,
  • πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.
  • Θαυμαστὰ τὰ μαρτύριά σου,
  • διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχὴ μου.
  • ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ,
  • καὶ συνετιεῖ νηπίους.