Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ᾩδὴ ψαλμοῦ τῷ Δαυείδ.
  • Ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου,
  • ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου·
  • [*](30 επιμελια] επι λιμενα U+05D0c.aART | αυτου] ουτων R 32 εκκλησια ART U+05D0c.aAT | καθεδρα U+05D0c.aT | πρεσβυτην (? τεν) R 33 εξοδους] διεξοδους U+05D0c.aART 34 om κακιας R* 35 λιμενας] λιμνας ART | υδατων] + και γην ανυδρον εις διεξοδους υδατων U+05D0c.aAR1T 36 κατωκισεν (-κησεν A*)] κατεσκηνωσεν R* | πολιν] πολεις U+05D0c.a (vid) ART 38 εσμηκρυναν A 40 αρχοντας] + αυτων AT | ουχ οδω] ουκ εν οδω R* 41 εκ] απο R* 42 εμφραξη T | το στομα] om το A 43 ηφυλαξει] συνησει R* —Stich 83 U+05D0 87 A 86 T (79 R*) CVII 1 ωδη ψαλμου] ψαλμος A 2 ασω- μαι | μου 3⁰] + εκεγερθητι (εξηγ. U+05D0c.a) η δοξα μου U+05D0c.aT)
    364
    [*](U+05D0)

  • ἐγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου.
  • ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε.
  • καὶ ψαλῶ σοι ἐν ἔθνεσιν·
  • ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου,
  • καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.
  • ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός,
  • καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
  • ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου,
  • σῶσον τῇ δεξιῷ σου καὶ ἐπάκουσόν μου.
  • ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ
  • Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα.
  • καὶ τὴν κοιλάδα τῶν σκηνωμάτων ἐκμετρήσω.
  • ἐμός ἐστιν Γαλαάδ, καὶ ἐμός ἐστιν Μανασσή,
  • καὶ Ἐφράιμ ἀντίλημψις τῆς κεφαλῆς μου·
  • Ἰούδας βασιλεύς μου,
  • Μωὰβ λέβης τῆς ἐλπίδος μου·
  • ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου,
  • ἐμοὶ οἱ ἀλλόφυλοι ὑπετάγησαν.
  • τίς ἀπάξει με εἰς πόλιν περιοχῆς
  • τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;
  • οὐχὶ σύ, ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς
  • καὶ οὐχὶ ἐξελεύσῃ, ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν
  • δὸς ἡ βοήθειαν ἐκ θλίψεως,
  • καὶ ματαία σωτηρία ἀνθρώπου.
  • ἐν τῷ θεῷ ποιήσομεν δύναμιν,
  • καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.