Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ
  • καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων,
  • καὶ θυσάτωσαν θυσίαν αἰνέσεως,
  • καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει.
  • οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις,
  • ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς,
  • αὐτοὶ εἶδοσαν τὰ ἔργα Κυρίου
  • καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ.
  • εἶπεν, καὶ ἔστη πνεῦμα καταιγίδος,
  • καὶ ὑψώθη τὰ κύματα αὐτῆς·
  • ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν,
  • καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων·
  • ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο,
  • ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων,
  • καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη.
  • καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίκδεσθαι αὐτούς,
  • καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς,
  • καὶ ἔστησεν καταιγίδα αὐτῆς,
  • καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς·
  • καὶ εὐφράνθησαν ὅτι ἡσύχασαν.
  • [*](ART)[*](15 και τα] κατα R* (item 24) 16 συνεκλασεν] συνεθλασεν AT 17 αυ- των 1⁰] αυτους R 20 ερυσατο T 22 θυσατωσαν] + αυτω AT 23 om εις R* (hab Rᵃ) | την θαλασσαν] om την RT | ποιουντες] pr οι Aᵃ? | υδασιν RT 24 ειδοσαν] ειδον U+05D0c.a ιδον AT | Κυριου] pr του R* | τω βυθω] om | τω R* 27 εσαλευθησαν] pr και U+05D0c.aR 29 εστησεν καταιγιδα αυτης] επετιμησεν (+ τη R) καταιγιδι και εστη εις συραν U+05D0c.aR επεταξεν τη καταιγιδι και εστη εις συραν AT 30 ηυφρανθησαν AT | ησυχασαν] ηαυ sup ras Aᵃ?)
    363
  • καὶ ὡδήγησεν αὐτοὺς ἐπιμελίᾳ θελήματος αὐτοῦ.
  • [*](U+05D0)

  • ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ
  • καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων,
  • ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίαις λαοῦ,
  • καὶ ἐν καθέδραις πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν.
  • ἔθέτο ποταμοὺς εἰς ἔρημον,
  • καὶ ἐξόδους ὑδάτων εἰς δίψαν.
  • γῆν καρποφόρον εἰς ἅλμην,
  • ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.
  • ἔθέτο ἔρημον εἰς λιμένας ὑδάτων,
  • καὶ κατῴκισεν ἐκεῖ πεινῶντας,
  • καὶ συνεστήσαντο πόλιν κατοικεσίας,
  • καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας,
  • καὶ ἐποίησαν καρπὸν γενήματος.
  • καὶ εὐλόγησεν αὐτοὺς καὶ ἐπληθύνθησαν σφόδρα,
  • καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν.
  • καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν
  • ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης.
  • ἐξεχύθη ἐξουδένωσις ἐπʼ ἄρχοντας,
  • καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ.