Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐπειδὴ γὰρ κατὰ τὴν πράτην πεῖραν ἐνικήθη περιφανὴς ὁ τύραννος, μὴ δυνηθεὶς ἀναγκάσαι γέροντα μιεροφαγῆσαι,

τότε δὴ σφόδρα περιπαθῶς ἐκέλευσεν ἄλλους ἐκ τῆς ἡλικίας τῶν Ἐβραίων ἀγαγεῖν· καὶ εἰ μὲν μιεροφαγήσαιεν, ἀπολύειν φαγόντας· εἰ δὲ ἀντιλέγοιεν, πικρότερον βασανίζειν.

ταῦτα διαταξαμένου τοῦ τυράννου, παρῆσαν ἀγόμενοι μετὰ γεραις μητρὸς ἑπτὰ ἀδελφοί, καλοί τε καὶ αἰδήμονες καὶ γενναῖοι καὶ ἐν παντὶ χαρίεντες.

οὓς ἰδὼν ὁ τύραννος καθάπερ ἐν χορῷ περιέχοντας μέσην τὴν μητέρα, ἴσθετο ἐπʼ αὐτοὶς, καὶ τῆς εὐπρεπείας ἐκπλαγεὶς καὶ τῆς εὐγενίας, προσεμειδίασεν αὐτοῖς, καὶ πλησίον καλέσας ἔφη

Ὠ υεανίαι, φιλοφρόναως ἐγὼ καθʼ ἑνὸς ἑκάστου ὑμῶν θαυμάζω τὸ κάλλος· καὶ τὸ πλῆθος τοσούτων ἀδελφῶν ὑπερτιμῶν, οὐ μόνον συμβουλεύω μὴ [*](§ II) μανῆναι τὴν ²αὐτὴν τῷ προβασανισθέντι γέροντι μανίαν,

ἀλλὰ καὶ παρακαλῶ συνείξαντάς μοι τῆς ἐμῆς ἀπολαῦσαι φιλίας· δυναίμην γὰρ [*](¶ II) ὥσπερ κολάζειν τοὺς ἀπειθοῦντάς μου τοῖς ἐπιτάγμσιν, οὕτως καὶ εὐεργετεῖν τοὺς εὐπειθοῦντάς μοι.

πιστεύσατε οὖν, καὶ ἀρχὰς ἐπὶ τῶν ἐμῶν πραγμάταων ἡγεμονικὰς λήμψεσθε, ἀρνησάμενοι τὸν πάτριον ὑμῶν τῆς πολιτίας θεσμόν·

καὶ μεταλαβόντες Ἑλληνικοῦ βίου [*](U+05D0II)[*](18 ευσεβιας U+05D0 19 οι πιστ.] om οι U+05D0 | γαρ] ουδε U+05D0 | Ισαακ Ιακωβ] και Ισ. και Ιακ. U+05D0 | τω θεω] om τω U+05D0 20 δια] pr η U+05D0* (improb U+05D0c.a) 21 om ευσεβως U+05D0 22 ευσεβειαν] θεοσεβειαν U+05D0 23 ο σοφος] om ο U+05D0 | om σωφρων U+05D0 | των παθ.] pr ο U+05D0 VΙΙΙ 1 περιφανως U+05D0 |μια ροφαγησαι U+05D0 2 τοτε] τοδε A ηλικιας] λειας μιαροφαγησαιεν U+05D0 | δε] δ U+05D0 3 διαταξαμενου] διαδεξαμ. A επτα] ζ΄ U+05D0 αδημονες A (αιδ. A¹) 4 om περιεχοντας U+05D0 (hab post μητερα U+05D0 c.a) και της ευγενιας sup ras Aᵃ ευγνειας U+05D0 5 βασανεσθεντι U+05D0* (προβ. U+05D0c.a II) 6 om και 1⁰ II ειξαντας II απολαυειν U+05D0 απολλυειν Π γαρ] δ αν U+05D0 ουτω U+05D0 7 αρνησαμενοι] αρνηθεντες U+05D0c.a υμων] ημων A 8 μεταλαβοντες] λαβοντες U+05D0)

743
καὶ μεταδιαιτηθέντες ἐντρυφήσατε ταῖς νεότησιν ὑμῶν.

ἐπεὶ ἐὰν [*](A) ἀργίλως με διάθησθε διὰ τῆς ἀπειθείας ὑμῶν, ἀναγκάσετέ με ἐπὶ δειναῖς κολάσεσιν ἕνα ἕκαστον ὑμῶν διὰ τῶν βασάνων ἀπολέσαι.

κατελεήσατε οὗν ἑαυτούς, οὓς καὶ ὁ πολέμιος ἔγωγε καὶ τῆς ἡλικίας καὶ τῆς εὐμορφίας οἰκτείρομαι.

οὐ διαλογιεῖσθε τοῦτο, ὅτι οὐδέν ὑμῖν ἀπειθήσασιν πλὴν τοῦ μετὰ στρεβλῶν ἀποθανεῖν ἀπόκειται;

ταῦτα δὲ λέγων, ἐκέλευσεν εἰς τὸ ἔμπροσθεν προτεθῆναι τὰ βα. [*](§ II) σανιστήρια, ὅπως καὶ διὰ τοῦ φόβου πείσειεν αὐτοὺς μιεροφαγῆσαι.

ὡς δὲ τροχούς τε καὶ ἀρθρενβόλους στρεβλωτήριά τε καὶ τροχαντῆρας [*](¶ II) καὶ καταπέλτας καὶ λέβητας, τήγανά τε καὶ δακτυλήθρας, καὶ χεῖρας σιδηρᾶς καὶ σφῆνας καὶ τὰ ζώπυρα τοῦ πυρὸς οἱ δορυφόροι προέθεσαν, ὑπολαβὼν δὲ ὁ τύραννος ἔφη

Μειράκια, φοβήθητε, καὶ ἣν σέβεσθε δίκην, ἵλεως ὑμῖν ἔσται δι᾿ ἀνάγκην παρανομήκασιν.

Οί δὲ ἀκούσαντες ἐπαγαωγὰ καὶ ἀρῶντες δεινα, οὐ μόνον οὐκ ἐφοβήθησαν, ἀλλὰ καὶ ἀντεφιλοσόφησαν §τῷ τυράννῳ, [*](§ ΙΙ) καὶ διὰ τῆς εὐλογιστίας τὴν τυραννίδα αὐτοῦ κατέλυσαυ.

καίτοι [*](¶ II) λογισώμεθα· εἰ δειλόψυχοί τινες ἦσαν καὶ ἄνανδροι ἐν αὐτοῖς, ποίοις ἂν ἐχρήσαντο λόγοις ; οὐχὶ τούτοις;

Ὦ τάλανες ἡμεῖς, καὶ λίαν ἀνόητοι· βασιλέως ἡμάς παρακαλοῦντος καὶ ἐπὶ εὺεργεσίᾳ φωυοῦυτος, μὴ πεισθείημεν αὐτῷ;

τί βουλήμασιν κενοῖς ἑαυτοὺς εὐφραίνομεν, καὶ θανατηφόρον ἀπειθίαν τολμῶμεν;

οὐ φοβησόμεθα, ἄνδρες ἀδελφοί, τὰ βασανιστήρια, καὶ λογιούμεθα τὰς τῶν βασάνων ἀπειλάς, καὶ φευξόμεθα τὴν κενοδοξίαν ταύτην καὶ ὀλεθροφόρον ἀλαζονίαν

ἐλεήσωμεν τὰς ἑαυτῶν ἡλικίας, καὶ κατοκτειρησωμεν τὸ τῆς μητρὸς γῆρας·