Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἔστι δέ κομιδῇ γελοῖος ὁ λογισμός· οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται, ἀλλὰ τῶν σωματικῶν.

οἶον ἐπιθυμίαν τις ὑμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται ὁ λογισμὸς παρασχέσθαι.

θυμον τις οὐ δύναται ἐκκόψαι ὑμῶν τῆς ψυχῆς, ἀλλὰ τῷ θυμῷ δυνατὸν βοηθῆσαι.

κακοήθειάν τις ὑμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ τὸ μὴ καμφθῆναι τῇ κακοηθείᾳ δυνατὸν ὁ λογισμὸς συμμαχῆσαι.

οὐ γὰρ ἐκριζωτὴς τῶν παθῶν ὁ λογισμός ἐστιν, ἀλλὰ ἀνταγωνιστής.

ἕστιν γοῦν τοῦτο διὰ τῆς Δαυεὶδ τοῦ βασιλέως δίψης σαφέστερον ἐπιλογίσασθαι.

ἐπεὶ γὰρ δι᾿ ὅλης ἡμέρας προσβάλλων τοῖς ἀλλοφύλοις ὁ Δαυεὶδ πολλοὺς αὐτῶν ἀπέκτεινεν μετὰ τῶν τοῦ ἔθνους στρατιωτῶν,

τότε δὴ γενομένης ἑσπέρας, ἱδρῶν καὶ σφόδρα κεκμηκώς, ἐπὶ τὴν βασίλειον [*](17 Μωυσης V Αβιρων V* (- βηρ. Vᵃ) 18 δυνατος] ικανος U+05D0* (δυν. U+05D0V U+05D0c.ᵇ) μεταθειναι] μετα sup ras A¹fort) 19 Σικειμιτας A αυτων] + οτι αυθαδης V 20 εδυνετο A των θυμων ο λογισμος] του θυμου ο λογ. U+05D0 ο λογ. των παθων V 21 κατεσκευασεν τον ανθρωπον U+05D0 22 και τηνικαυτα δε] τηνικαυτα δε sup ras A ηνικα δε πινακα δε V περι] επι U+05D0V παντων] + των (sic) A 23 και 1⁰] ι sup ras 3 litt A¹ δεδωκεν U+05D0 | βασιλειαν] βα sup ras Aa om και 2⁰ A 24 ειποιτε U+05D0* (ειποι τις αν U+05D0c.ᵃ ) κρατει 1⁰] δεσποτης εστιν V 24 III 1 om κρατει ληθης...εαυτου παθων ο λογισμος U+05D0* hab) δεσποτης εστιν ο λογισμος ληθης και αγνοιας ου κρατι εστιν δε κομιδη γελοιος ο λογος ου γαρ των εαυτου παθων ο λογισμος (add κρα sed rursus improb) U+05D0c III 1 εστιν V λογισμος 1⁰] λογος V επικρατειν] κρατειν U+05D0c.a επικρατων V αλλα] αλα (sic) U+05D0 2 εκκοψαι ου δυναται υμων U+05D0 ου δυν. εκκ. υμ. V μη δουλ.] pr τα V παρεχεσθαι U+05D0* (παρασχ. U+05D0c.a ) V 3 υμων εκκοψαι U+05D0 | δυνατον] + τον λογισμον U+05D0V 4 κακοηθιαν, κακοηθια U+05D0 | δυνατον] δυναιτ αν U+05D0 | δυναται V 7 ημερας] pr της V προσβαλων U+05D0V ο Δαυειδ] om ο V 8 ιδρων] pr εσπευδεν U+05D0)

734
[*](A) σκηνὴν ᾖλθεν, περὶ ἤν ὁ πᾶς τῶν προγόνων στρατὸς ἐστρατοπεδεύκει.

οἱ μέν οὗν ἄλλοι πάντες ἐπὶ τὸ δεῖπνον ἦσαν·

ὁ δὲ βασιλεὺς ὡς μάλιστα διψῶν, καίπερ ἀφθόνους ἔχων πηγάς, οὐκ ἠδύνατο δι᾿ αὐτῶν ἰάσασθαι τὴν δίψαν.

ἀλλά τις αὐτὸν ἀλόγιστος ἐπιθυμία τοῦ παρὰ τοῖς πολεμίοις ὕδατος ἐπιτείνουσα συνέφρυγε, καὶ λύουσα κατέφλεγεν.

ὅθεν τῶν ὑπερασπιστῶν ἐπὶ τῇ τοῦ βασιλέως ἐπιθυμίᾳ σχετλιαζόντων, δύο νεανίσκοι στρατιῶται καρτεροί, καταιδεσθέντες τὴν τοῦ βασιλέως ἐπιθυμίαν, τὰς πανοπλίας καθωπλίσαντο, καὶ κάλπιν λαβόντες ὑπερέβησαν τοὺς τῶν πολεμίων χάρακας·

καὶ λαθόντες τοὺς τῶν πυλῶν ἀκροφύλακας, διεξήεσαν εὑράμενοι κατὰ πᾶν τὸ τῶν πολεμίων στρατοπέδου.

καὶ ἀνευράμενοι θαρραλέως τὴν πηγήν, ἐξ αὐτῆς ἐγέμισαν τῷ βασιλεῖ τὸ ποτόν.

ὁ δὲ καὶ περὶ τὴν δίψαν διαπυρούμενος, ἐλογίσατο πάνδεινον εἶναι κίνδυνον τῇ ψυχῇ λογισθὲν ἰσοδύναμον τὸ ποτὸν αἵματι.

ὅθεν ἀντιθεὶς τῇ ἐπιθυμίᾳ τὸν λογισμόν, ἔσπεισεν τὸ πόμα τῷ θεῷ.

δυνατὸς γὰρ ὁ σώφρων νοῦς νικῆσαι τὰς τῶν παθῶν ἀνάγκας, καὶ σβέσαι τὰς τῶν οἴστρων φλεγμονάς,

καὶ τὰς τῶν σωμάτων ἀλγηδόνας καθʼ ὑπερβολὴν οὔσας καταπαλαῖσαι, καὶ τῆς καλοκἀγαθίας τοῦ λογισμοῦ ἀποπτύσαι πάσας τὰς τῶν παθῶν ἐπικρατίας.

Ἤδη δὲ καὶ ὁ καιρὸς ἡμᾶς καλεῖ ἐπὶ τὴν ἀπόδειξιν τῆς ἱστορίας τοῦ σώφρονος λογισμοῦ.

ἐπειδὴ γὰρ βαθεῖαν εἰρήνην διὰ τὴν εὐνομίαν οἱ πατέρες ἡμῶν εἶχον, καὶ ἔπραττον καλῶς, ὥστε καὶ τὸν τῆς Ἀσίας βασιλέα Σέλευκον τὸν Νικάνορα καὶ χρήματα εἰς τὴν ἱερουργίαν αὐτοῖς ἀφορίσαι, καὶ τὴν πολιτίαν αὐτῶν ἀποδέχεσθαι