Machabaeorum iv

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ΦIΔΟΣOΦΩΤΑΤΟΝ λόγον ἐπιδείκνυσθαι μέλλων, εἰ αὐτοδέσποτός [*](A) ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός, συμβουλεύσαιμʼ ἂν ὑμῖν ὀρθῶς ὅπως προθύμως προσέχητε τῇ φιλοσοφίᾳ.

καὶ γὰρ ἀναγκαῖος εἰς ἐπιστήμην παντὶ ὁ λόγος, καὶ ἄλλως τῆς μεγίστης ἀρετῆς, λέγω δὴ φρονήσεως, περιέχει ἔπαινον.

εἰ ἄρα τῶν σωφροσύνης κωλυτικῶν παθῶν ὁ λογισμὸς φαίνεται ἐπικρατεῖν, γαστριμαργίας τε καὶ ἐπιθυμίας·

ἀλλὰ καὶ τῶν τῆς δικαιοσύνης ἐμποδιστικῶν παθῶν κυριεύειν ἀναφαίνεται, οἶον κακοηθείας, καὶ τῶν τῆς ἀνδρίας ἐμποδιστικῶν παθῶν, θυμοῦ τε καὶ πόνου καὶ φόβου.

πῶς οὖν, ἴσως εἵποιεν ἄν τινες, εἰ τῶν παθῶν ὁ λογισμὸς κρατεῖ, λήθης καὶ ἀγνοίας οὐ δεσπόζει; γελοῖον ἐπιχειροῦντες λέγειν·

οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς κρατεῖ, ἀλλὰ τῶν τῆς δικαιοσύνης καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ φρονήσεως ἐναντίων· καὶ τούτων, οὐχ ὥστε αὐτὰ καταλῦσαι, ἀλλ᾿ ὥστε αὐτοῖς μὴ εἶξαι.

Πολλαχόθεν μὲν οὗν καὶ ἀλλαχόθεν ἔχοιμʼ ἂν ὑμῖν ἐπιδεῖξαι, ὅτι αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.

πολὺ δὲ πλέον τοῦτο ἀποδείξαιμι ἀπὸ τῆς ἀνδραγαθείας τῶν ὑπέρ ἀρετὴν ἀποθανόντων, Ἐλεαζάρου τε καὶ ἑπτὰ ἀδελφῶν καὶ τῆς τούτων μητρός.

ἄπαντες γὰρ οὗτοι τῶν ἕως θανάτου πόνων ὑπεριδόντες ἐπεδείξαντο ὅτι περικρατεῖ τῶν παθῶν [*](Inscr Μακκαβαιων δ΄ U+05D0AV I 1 μελλον V* (-λλων Vᵃ) om ευσε- U+05D0V βης V προσεχητε προθυμως U+05D0V φιλοσοφια] + τοις μελλουσιν λεγεσθαι V 2 μεγιστης] + ων V 3 ει αρα] η γαρ V* ου γαρ μεν Vᵃ 4 ενπο- διστικων (1⁰) A κυριευειν] κωλυειν V κακοηθιας και 2⁰] pr τε V αν- δρειας V: item 6 θυμου] pr κυριευειν αναφαινεται V φοβου και πονου U+05D0 5 ειποιεν αν τις U+05D0* ειποι αν τις U+05D0c.a V 6 εαυτου] αυτου U+05D0V om και φρονησεως U+05D0V τουτων] των τοιουτων U+05D0 7 αυτοκρατωρ] pr δεσποτης V om ευσεβης U+05D0V 8 ανδραγαθειας] καλοκαγαθιας U+05D0 ἀνδρειας V* (ανδραγ. V 1ᵐᵍ) αρετης U+05D0V επτα] pr των U+05D0* (improb U+05D0c.a ) 9 παντες U+05D0* (απαντες U+05D0c.a ) τους εως θαν. πονους U+05D0V)

730
[*](A) ὁ λογισμός.

τῶν μέν οὗν ἀρετῶν ἔπεστί μοι ἐπαινεῖν τοὺς κατὰ τοῦτον τὸν καιρὸν ὑπέρ τῆς καλοκἀγαθίας ἀποθανόντας μετὰ τῆς μητρὸς ἄνδρας· τῶν δὲ τιμῶν μακαρίσαιμʼ ἄν.

θαυμασθέντες γὰρ ἐκεῖνοι οὐ μόνον ὑπὸ πάντων ἀνθρώπων ἐπὶ τῇ ἀνδρίᾳ καὶ τῇ ὑπομονῇ, ἀλλὰ καὶ ὑπὸ τῶν αἰκισαμένων, αἴτιοι κατέστησαν τοῦ καταλυθῆναι τὴν κατὰ τοῦ ἔθνους τυραννίδα, νικήσαντες τὸν τύραννον τῇ ὑπομονῇ, ὥστε καθαρισθῆναι δι᾿ αὐτῶν τὴν πατρίδα.

ἀλλὰ καὶ περὶ τούτου νῦν αὐτίκα δὴ λέγειν ἐξέσται, ἀρξαμένων τῆς ὑποθέσεως, ὅπερ εἴωθα ποιεῖν, καὶ οὕτως εἰς τὸν περὶ αὐτῶν τρέψομαι λόγον, δόξαν διδοὺς τῷ πανσόφῳ θεῷ.

Ζητοῦμεν δὴ τοίνυν, εἰ αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ λογισμός.

διακρίνωμεν δέ, τί ποτέ ἐστιν λογισμός, καὶ τί πάθος, καὶ πόσαι παθῶν εἰδέαι, καὶ εἰ πάντων ἐπικρατεῖ τούτων ὁ λογισμός.

λογισμὸς μέν δὴ τοίνυν ἐστὶν νοῦς μετὰ ὀρθοῦ βίου προτιμῶν τὸν σοφίας λόγον.

σοφία δὴ τοίνυν ἐστὶν γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτων αἰτιῶν. ¹⁷αὕτη δὴ τοίνυν ἐστὶν ἡ τοῦ νόμου παιδία, δι᾿ ἧς τὰ θεῖα σεμνῶς καὶ τὰ ἀνθρώπινα συμφερόντως μανθάνομεν.

Τῆς δὲ σοφίας εἰδέαι καθεστᾶσιν φρόνησις καὶ δικαιοσύνη καὶ ἀνδρία καὶ σωφροσύνη.

κυριωτάτη δὲ πάντων ἡ φρόνησις, ἐξ ἧς δὴ τῶν παθῶν ὁ λογισμὸς ἐπικρατεῖ

παθῶν δὲ φύσεις εἰσὶν αἱ περιεκτικώταται δύο, ἡδονή τε καὶ πόνος· τούτων δὲ ἑκάτερον καὶ περὶ τὴν ψυχὴν πέφυκεν.

πολλαὶ δὲ καὶ περὶ τὴν ἡδονὴν καὶ τὸν πόνον παθῶν εἰσιν ἀκολουθίαι.