Machabaeorum iii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐλεάζαρος δέ τις ἀνὴρ ἐπίσημος τῶν ἀπὸ τῆς χώρας Ἰουδαίων ἐν πρεσβείῳ τὴν ἡλικίαν ἤδη λελογχὼς καὶ πάσῃ τῇ κατὰ τὸν βίον ἀρετῇ κεκοσμημίνος, τοὺς περὶ αὐτὸν καταστείλας πρεσβυτέρους ἐπικαλεῖσθαι τὸν ἅγιον θεόν, καὶ προσηύξατο τάδε

Βασιλεῦ μεγαλοκράτωρ, ὕψιστε, παντοκράτωρ θεέ, τὴν πᾶσαν διακυβερνῶν ἐν οἰκτιρμοῖς κτίσιν,

ἔπιδε ἐπὶ Ἀβραὰμ σπέρμα, ἐφʼ ἡγιασμένου τέκνα Ἰακώβ, μερίδος ἡγιασμένης σου λαὸν ἐν ξένῃ γῇ ξένον ἀδίκως ἀπολλύμενον.

πάτερ, σὺ Φαραὼ πληθύνοντα ἅρμασιν τὸν πρὶν Αἰγύπτου ταύτης δυνάστην ἐπαρθέντα ἀνόμῳ θράσει καὶ γλώσσῃ μεγαλορήμονι σὺν τῇ ὑπερηφάνῳ στρατίᾷ ποντοβρόχους ἀπώλεσας, φέγγος ἐπιφάνας ἐλέους Ἰσραὴλ γένει.

σὺ τὸν ἀναριθμήτοις δυνάμεσιν γαυρωθέντα Σενναχηρεὶμ βαρὺν Ἀσσυρίων βασιλέα, δόρατι τὴν πᾶσαν ὑποχείριον ἤδη λαβόντα γῆν καὶ μετεωρισθέντα ἐπὶ τὴν ἁγίαν σου πόλιν, βαρέα λαλοῦντα κόμπῳ καὶ θράσει, σύ, δέσποτα, ἔθραυσας, ἔκδηλον δεικνὺς ἔθνεσιν πολλοῖς τὸ σὸν κράτος.

σὺ τοὺς κατὰ τὴν Βαβυλωνίαν τρεῖς ἑταίρους πυρὶ τὴν ψυχὴν αὐθαιρέτως δεδωκότας εἰς τὸ μὴ λατρεῦσαι τοῖς κενοῖς, διάπυρον δροσίσας κάμινον, ἐρρύσω μέχρι τριχὸς ἀπημάντους, φλόγα πᾶσιν ἐπιπέμψας τοῖς ὑπεναντίοις.

σὺ τὸν διαβολαῖς φθόνου λέουσι κατὰ γῆς ῥιφέντα θηρσὶν βορὰν Δανιὴλ εἰς φῶς ἀνήγαγες ἀσινῆ·

τόν τε βυθοτρεφοῦς ἐν γαστρὶ κήτους Ἰωνᾶν τηκόμενον ἀφιδὼν ἀπήμαντον πᾶσιν οἰκείοις ἀναδείξας, πάτερ.

καὶ νῦν, μισούβρι, πολυέλεε, τῶν ὅλων δικαστά, τάχος ἐπιφάνηθι τοῖς ἁγίοις Ἰσραὴλ γένους, ὑπὸ ἐβδελυγμένων ἀνόμων [*](51 σπασης] πασης δυναμεως V | επιφανιας V* (-νειας Vᵃ) καθεστωτες V* v (-τας Vᵃ) VI 1 Ιουδαιων] ιερεων V | λελοχως V | καταστειλας] κατα- τησας V* (καταστησ. Vᵃ) | om και 2° V 2 μεγαλοκρατορ Vᵃ | υψιστα A παντοκρατορ Va | οικτειρμοις V* (οικτιρμ. Vᵃ) 3 om επι V | εφ] απο V | ξενων V | απολλυμενων Va 4 πατερ συ Φαραω] υπο Φαραω sup ras Aᵃ seq spat 2 fort litt πληθυοντα V | ανομω] τω V | μεγαλωρ. V* μεγα- λορ. Vᵃ | ποντοβρυχ. V | απολεσας V* (απωλ. Vᵃ) | ελεου V* (-ους Vᵃ) 5 δυναμεσι V | γαρωθεντα V* (γαυρ. Vᵃ) Σεναχειρειμ V | βαρῡ|ν V* (ν improb Vᵃ) την πασον υποχει, [κ]αι μετεωρισθεν, βαρεα λαλουντα madore corrosa rescr Vᵃ | βαρια V* -ρεια Vᵃ | θραυσας V | δικνυεις V* (δεικνυεις Vᵃ) 6 Βαβυλωνα V | διαπυρου V | δροσισας] χρονιας V | καμινου V | ερυσω V* (ερρ. Va) | τοιχος vel τειχος A* (τριχ. A¹) | φλογα πασιν] φλογασιν (sic) A 7 βορα A 7—9 multa paene evanuere, nonnulla rescr Vᵃ 8 βυθον τρεφους (sic, sed ε rescr) V | αφιδων] αφελων V 9 μισυβρι V | δικαστα] σκεπαστα V | ταχος] pr το V | αγιοις] απο V)

724
[*](A) ἐθνῶν ὑβριζομένοις.

εἰ δὲ ἀσεβείαις κατὰ τὴν ἀποικίαν ὁ βίος ἡμῶν ἐνέσχηται, ῥυσάμενος ἡμᾶς ἀπὸ ἐχθρῶν χειρός, ᾧ προαιρῇ, δέσποτα, ἀπόλεσον ἡμᾶς μόρῳ.

μὴ τοῖς ματαίοις οἱ ματαιόφρονες εὐλογησάτωσαν ἐπὶ τῇ τῶν ἠγαπημένων σου ἀπωλείᾳ, λέγοντες Οὐδὲ ὁ θεὸς αὐτῶν ἐρύσατο αὐτούς.

σὺ δὲ ὁ πᾶσαν ἀλκὴν καὶ δυναστείαν ἔχων ἅπασαν, αἰώνιε, νῦν ἔπιδε· ἐλέησον ἡμᾶς τοὺς καθʼ ὕβριν ἀνόμων ἀλόγιστον ἐκ τοῦ ζῇν μεθισταμένους ἐν ἐπιβούλων τρόπῳ.

πτηξάτω δὲ ἔθνη σὴν δύναμιν ἀνίκητον σήμερον, ἔντιμε, δυνάμεις ἔχων ἐπὶ σωτηρίαν Ἰακὼβ γένους.

ἱκετεύει σε τὸ πᾶν πλῆθος τῶν νηπίων καὶ οἱ τούτων γονεῖς μετὰ δακρύων.

δειχθήτω πᾶσιν ἔθνεσιν, ὅτι μεθʼ ἡμῶν εἶ, κύριε, καὶ οὐκ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφʼ ἡμῶν· ἀλλὰ καθὼς εἶπας Οὐδὲ ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν ὄντων ὑπέριδον αὐτούς, οὕτως ἐπιτέλεσον, κύριε.

Τοῦ δὲ Ἐλεαζάρου λήγοντος ἄρτι τῆς προσευχῆς, ὁ βασιλεὺς σὺν τοῖς θηρίοις καὶ παντὶ τῷ τῆς δυνάμεως φρυάγματι κατὰ τὸν ἱππόδρομον παρῆγεν.

καὶ θεωρήσαντες οἱ Ἰουδαῖοι, μέγα εἰς οὐρανὸν ἀνέκραξαν, ὥστε καὶ τοὺς παρακειμένους αὐλῶνας συνηχήσαντας ἀκατάσχετον πτοὴν ποιῆσαι παντὶ τῷ στρατοπέδῳ.

τότε ὁ μεγαλόδοξος καὶ παντοκράτωρ καὶ ἀληθινὸς θεός, ἐπιφάνας τὸ ἅγιον αὐτοῦ πρόσωπον, ἠνέῳξεν τὰς οὐρανίους πύλας, ἐξ ὧν δεδοξασμένοι δύο φοβεροειδεῖς ἄγγελοι κατέβησαν φανεροὶ πᾶσιν πλὴν τοῖς Ἰουδαίοις,

καὶ ἀντέστησαν, καὶ τὴν δύναμιν τῶν ὑπεναντίων ἐπλήρωσαν ταραχῆς καὶ δειλίας καὶ ἀκινήτοις ἔδησαν πέδαις.

καὶ ὑπόφρικον καὶ τὸ τοῦ βασιλέως σῶμα ἐγενήθη, καὶ λήθη τὸ θράσος αὐτοῦ τὸ βαρύθυμον ἔλαβεν.