Machabaeorum iii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

εἰπόντος δὲ τοῦ βασιλέως, ἀσμένως πάντες μετὰ χαρᾶς οἱ παρόντες ὁμοῦ συναινέσαντες, εἰς τὸν ἴδιον οἶκον ἕκαστος ἀνέλυσεν.

καὶ οὐχ οὕτως εἰς ὕπνον κατεχρήσαντο τὸν χρόνον τῆς νυκτός, ὡς εἰς τὸ παντοίους μηχανᾶσθαι τοῖς ταλαιπώροις δοκοῦσιν ἐμπαιγμούς.

Ἄρτι δὲ ἀλεκτρυὼν ἐκέκραγεν ὄρθριος, καὶ τὰ θηρία καθωπλικὼς ὁ Ἕρμων ἐν τῷ μεγάλῳ περιστύλῳ διεκίνει.

τὰ δὲ κατὰ τὴν πόλιν πλήθη συνήθροιστο πρὸς τὴν οἰκτροτάτην θεωρίαν, προσδοκῶντα τὴν πρωίαν μετὰ σπουδῆς.

οἱ δὲ Ἰουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον, πολύδακρυν ἱκετίαν ἐν μέλεσιν γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐδέοντο τοῦ μεγίστου θεοῦ πάλιν αὐτοῖς βοηθῆσαι συντόμως.

οὔπω δὲ ἡλίου βολαὶ κατεπείροντο, καὶ [*](13 ευκαταλακτον (sic) AV 14 δεκατης] και της V | κλισεσιν V* (κλη- σεσι Vᵃ) | τεταγμενοις A | ενυξε V 15 υπεδειξεν V* (-ξε Vᵃ) 16 αυ- τους V 17 ου και γενομενου] και γενομενος V 18 προσκοπτουσης] προβαινουσης V | πικρας V | επυνθανεντο (sic) V* (-νετα Vᵃ) ιαθησαν V* (ειαθ. Vᵃ)] ιασθ. A 19 τα προσταγεντα V ηγηοχεναι Vᵃ αυτων] αυτου V 20 Φαιλαριδος A | υπνο| Vᵃ (υπνω V*fort) ειχεν A (εχειν V) | υποστελλουσαν] επιτελουσαν V | αφανισμω V* vid -σμον Va 21 συναινεσαντες] συνεσαντες (sic) A | ανελυσε V 22 ως εις το] ωστε V | 25 δε]] τε V | τον αμερη] τινα μερη V | ψυχολκουμενοι V | πολυδακρυον V | ικετειαν Vᵃ | μελεσι V 26 ουπου A (ουπω V) | κατεσπιρωντο V* -σπειρ. Vᵃ)

721
τοῦ βασιλέως τοὺς φίλους ἐκδεχομένου, ὁ Ἑρμων παραστὰς ἐπικαλεῖ [*](A) πρὸς τὴν ἔξοδον, ὑποδεικνὺς τὸ πρόθυμον τοῦ βασιλέως ἐν ἑτοίμῳ κεῖσθαι.

τοῦ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τῇ ἀνόμῳ ἐξόδῳ, κατὰ πάντα ἀγνωσίᾳ κεκρατημένος ἐπυνθάνετο, ὅτι τὸ διασαφούμενον ἔτι αὐτῷ μετὰ σπουδῆς τετέλεσται.

τοῦτο δὲ ἦν ἐνέργεια τοῦ πάντα δεσποτεύοντος θεοῦ, τῶν πρὶν αὐτῷ μεμηχανημένων λήθην κατὰ διάνοιαν ἐντεθεικότος.

ὑπεδείκνυεν ὁ Ἕρμων καὶ πάντες οἱ φίλοι τὰ θηρία καὶ τὰς δυνάμεις Ἡτοίμασται, βασιλεῦ, κατὰ τὴν σὴν ἐκτενῆ πρόθεσιν.

ὁ δὲ ἐπὶ τοῖς ῥηθεῖσιν πληρωθεὶς βαρεῖ χόλῳ, διὰ τὸ περὶ τούτων προνοίᾳ θεοῦ διεσκεδάσθαι πᾶν αὐτοῦ νόημα, ἐνατενίσας μετὰ ἀπειλῆς εἶπεν

Ὅσοι γονεῖς παρῆσαν ἢ παίδων γόνοι, τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασαν δαψιλῆ θοίναν ἀντὶ τῶν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοῖς ἀποδεδιγμένων ὁλοσχερῆ βεβαίαν πίστιν ἐξόχως Ἰουδαίων.

καίπερ εἰ μὴ διὰ τὴν τῆς συστροφίας στοργὴν καὶ τῆς χρείας, τὸ ζῇν ἀντὶ τούτων ἐστερήθης.

οὕτως ὁ Ἕρμων ἀπροσδόκητον ἐπικίνδυνον ὑπήνεγκεν ἀπειλήν· καὶ τῇ ὁράσει καὶ τῷ προσώπῳ συνεστάλη.

ὁ καθʼ εἷς δὲ τῶν φίλων σκυθρωπῶς ὑπεκρέων, τοὺς συνηθροισμένους ἀπέλυσαν ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀσχολίαν.

οἵ τε Ἰουδαῖοι τὰ παρὰ τοῦ βασιλέως ἀκούσαντες, τὸν ἐπιφανῆ θεὸν Κύριον, βασιλέα τῶν βασιλευόντων, ᾔνουν, καὶ τῆσδε τῆς βοηθείας αὐτοῦ τετευχότες.

Κατὰ δὲ τοὺς αὐτοὺς νόμους ὁ βασιλεὺς συστησάμενος πᾶν τὸ συμπόσιον, εἰς εὐφροσύνην τραπῆναι παρεκάλει.

τὸν δὲ Ἕρμωνα προσκαλεσάμενος μετὰ ἀπειλῆς εἶπεν Ποσάκις δὲ δεῖ σοι περὶ τούτων αὐτῶν σοι προστάττειν, ἀθλιώτατε;

τοὺς ἐλέφαντας ἔτι καὶ νῦν καθόπλισον εἰς τὴν αὕριον ἐπὶ τὸν τῶν Ἰουδαίων ἀφανισμόν.

οἱ δὲ συνανακείμενοι συγγενεῖς τὴν ἀσταθῆ διάνοιαν αὐτοῦ θαυμάζοντες, προεφέροντο τάδε

Βασιλεῦ, μέχρι τίνος ὣς ἡμᾶς διαπειράζεις, προστάσσων ἤδη τρίτον αὐτοὺς ἀφανίσαι, καὶ πάλιν ἐπὶ τῶν πραγμάτων ἐκ μεταβολῆς ἀναλύων τὰ [*](26 εκδεχομενος V | επικαλει] εκαλει V | υποδεικνυων V | εν ετοι V* (εν V ετοιμη Vᵃ) 27 ανομω] παρανομω V παντα] παν V | διασαφουμενον] διμα- φουν (sic) V* δειμ. Vᵃ | τετελεσθαι V 28 ενεργεια] pr η V | πανια] pr τα V | δεσποτευοντος] δυναστευοντος V | μηχανευμενων V* μεμηχανευμ. V¹ 29 ητοιμασθαι V 31 αποδεδειγμ. V | εξοχωσῑ| (sic) A 32 στοργης A | τουτου V | εστερεθης V 33 επικινδυνον] pr και V | τη ορασει] τω θρασει V 34 απελυεν V 35 βασιλευοντων] βασιλεων V 36 τους αυτους νομους] τουτους μονους V 37 om δει V | om σοι 2° V 40 ως] + αλλογους (sic) V | τα σοι] τας οικιας A)

722
[*](A) σοὶ δεδογμένα;