Machabaeorum iii

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἔυθεν καὶ ἔνθεν κραδάνας αὐτὸν ὡς κάλαμον ὑπὸ ἀνέμου, ὥστε κατʼ ἐδάφους ἄπρακτον ἔτι καὶ τοῖς μέλεσιν παραλελυμένον, μηδὲ φωνῆσαι δύνασθαι δικαίᾳ πεπληγμένον κρίσει.

ὅθεν οἵ τε φίλοι καὶ σωματοφύλακες ὀξεῖαν ἰδόντες τὴν καταλαβοῦσαν αὐτὸν εὔθυναν, φοβούμενοι μὴ καὶ τὸ ζῆν ἐκλείπῃ, ταχέως αὐτὸν ἐξείλκυσαν ὑπερβάλλοντι καταπεπληγμένοι φόβῳ.

ἐν χρόνῳ δὲ ὕστερον ἀναλεξάμενος αὑτόν, οὐδαμῶς εἰς μετάμελον ἦλθεν ἐπιτιμηθείς, μετὰ ἀπειλῆς δὲ πικρᾶς θέμενος ἀνέλυσεν.

Διακομισθεὶς δὲ εἰς τὴν Αἴγυπτον, καὶ τὰ τῆς κακίας ἐπαύξων, διά τε τῶν προαποδεδιγμένων συνποτῶν καὶ ἑταίρων τοῦ παντὸς δικαίου κεχωρισμένων,

οὐ μόνον ταῖς ἀναριθμήτοις ἀσελγίαις διηρκέσθη, ἀλλὰ καὶ ἐπὶ τοσοῦτον θράσους προῆλθεν, ὥστε δυσφημίας ἐν τοῖς τόποις συνίστασθαι, καὶ πολλοὺς τῶν φίλων ἀτενίζοντας εἰς τὴν τοῦ βασιλέως πρόθεσιν καὶ αὐτοὺς ἕπεσθαι τῇ ἐκείνου θελήσει.

προέθετο δημοσίᾳ κατὰ τοῦ ἔθνους διαδοῦναι ψόγον· ἐπὶ τοῦ κατὰ τὴν αὐλὴν πύργου στήλην ἀναστήσας, ἐκόλαψεν γραφήν

Μηδένα τῶν μὴ θυόντων ἐπὶ τὰ ἱερὰ αὐτῶν εἰσιέναι, πάντας δὲ τοὺς Ἰουδαίους εἰς λαογραφίαν καὶ οἰκετικὴν διάθεσιν ἀχθῆναι, τοὺς δὲ ἀντιλέγοντας βίᾳ φερομένους τοῦ ζῇν μεταστῆσαι·

τούς τε ἀπογραφομένους χαράσσεσθαι καὶ διὰ πυρὸς εἰς τὸ σῶμα παρασήμῳ Διονύσου κισσοφύλλῳ· οὓς καὶ προκαταχωρίσαι εἰς τὴν προσυνεσταλμένην αὐθεντίαν.

ἵνα δὲ μὴ τοῖς πᾶσιν ἀπεχθόμενος φαίνηται, ὑπέγραψεν Ἐὰν δέ τινες ἐξ αὐτῶν προαιρῶνται ἐν τοῖς κατὰ τελετὰς μεμυημένοις ἀναστρέφεσθαι, τούτους ἰσοπολίτας Ἀλεξανδρεῦσιν εἶναι.

Ἔνιοι μὲν ἐπιπολαίως τὰς τῆς πόλεως εὐσεβείας ἐπιβάθρας στυγοῦντες, εὐχερῶς ἑαυτοὺς ἐδίδοσαν, ὡς μεγάλης τινὸς κοινωνήσοντες εὐκλείας ἀπὸ τῆς ἐσομένης τῷ βασιλεῖ συναναστροφῆς.

[*](21 λιτανιας V* (-νειας Vᵃ) 22 πεπληγμενον] περιπεπασμενο | V V 23 ευθυνας A 24 αυτον] εαυτον V μετα απειλης] απειλας V | ανελυσεν] ανεδυσεν A 25 επαυξων] επ αυτων (sic) A | προυποδεδειγμενον V | συμπο- των Vᵃ | ετερων A V | κεχωρισμενον V 26 ασελγειαις Vᵃ θρασος V | συνιστασθαι] συνι sup ras A¹) ατενιζοντας] ατενιζειν V | αυτους] αυτος A* (υ superscr A¹) 27 του εθνους] om του V* (superscr V¹) 28 μηθενα V | επι] εις V | του] τους A 29 τους] τουτους V | χαρασσασθε A* -σσαισθε (superscr ι) Aᵃ? χαρασεσθαι V* (-σσεσθ, Vᵃ?) παρασημα V*fort (-μω Vᵃ) | Διονυσω AV κισσοφυλλω] και Σοφυλλω Vvid om και 2⁰ V | προκαταχωρισαι] καταχωρησαι V 30 απεχομενοις V | τελετας] pr τας V 31 επιπολειως A επι πολεως V* (επιπολαιως Vᵃ) | τα A* (τας A¹V) επι- βαθρα A | στυγουνται A | απο] υπο V)
714
[*](A)

οἱ δὲ πλεῖστοι γενναίᾳ ψυχῇ ἐνίσχυσαν, καὶ οὐ διέστησαν τῆς εὐσεβείας· τά τε χρήματα περὶ τοῦ ζῇν ἀντικαταλλασσόμενοι ἀδεῶς ἐπειρῶντο ἑαυτοὺς ῥύσασθαι ἐκ τῶν ἀπογραφῶν.

εὐέλπιδές τε καθιστήκεισαν ἀντιλήμψεως τεύξασθαι, καὶ τοὺς ἀποχωροῦντας ἐξ αὐτῶν ἐβδελύσσοντο, καὶ ὡς πολεμίους τοῦ ἔθνους ἔκρινον, καὶ τῆς κοινῆς συναναστροφῆς καὶ εὐχρηστίας ἐστέρουν.